Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ἐπεὶ κακῶς γ᾽ αὑτὸν πράττοντα ἐπιδεῖξαι καὶ πρὸς ἄλλον ὁντινοῦν ἀγωνιζόμενος τῶν πολιτῶν δύναται. καίτοι χρὴ μέγα παρ᾽ ὑμῖν δύνασθαι τῶν κατηγοριῶν, οὐχ αἷς ἔξεστι χρῆσθαι καὶ πρὸς τοὺς μηδέν ἡμαρτηκότας, ἀλλ᾽ ἃς οὐχ οἷ τ᾽ εἰπεῖν ἀλλ᾽ ἢ κατὰ τῶν ἠδικηκότων. πρὸς μὲν οὖν τούτους τοὺς λόγους καὶ ταῦτ᾽ ἴσως ἀρκέσει καὶ τάχ᾽ ἀντειπεῖν ἐξέσται.