Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ἆρ᾽ οὐκ ἄξιον φοβεῖσθαι μὴ συγχυθέντων τῶν ὅρκων πάλιν εἰς ταὐτὰ καταστῶμεν ἐξ ὧνπερ ἠναγκάσθημεν τὰς συνθήκας ποιήσασθαι; καὶ μὴν οὐ δεῖ γ᾽ ὑμᾶς παρ᾽ ἑτέρων μαθεῖν. ὅσον ἐστὶν ὁμόνοια ἀγαθὸν ἢ στάσις κακόν: οὕτω γὰρ ἀμφοτέρων σφόδρα πεπείρασθε, ὥστε καὶ τοὺς ἄλλους ὑμεῖς ἄριστ᾽ ἂν διδάξαιτε περὶ αὐτῶν.