Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
ἠβουλόμην δ᾽ ἂν ὑμᾶς ὁμοίως ἐμοὶ γιγνώσκειν αὐτόν, ἵν᾽ αὐτῷ μὴ τῶν ἀπολωλότων συνήχθεσθε ἀλλὰ τῶν ὑπολοίπων ἐφθονεῖτε. νῦν δὲ περὶ μὲν τῶν ἄλλων ὅσοις ἐπιβεβούλευκε, καὶ δὶκας οἵας δεδίκασται καὶ γραφὰς ἃς1 εἰσελήλυθε, καὶ μεθ᾽ ὧν συνέστηκε καὶ καθ᾽ ὧν τὰ ψευδῆ μεμαρτύρηκεν, οὐδ᾽ ἂν δὶς τοσοῦτον ὕδωρ ἱκανὸν διηγήσασθαι γένοιτο: