Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
ἀλλ᾽ ἐκεῖνον μὲν τὸν χρόνον διετέλεσεν ἀποδιδράσκων καὶ τὴν οὐσίαν ἀποκρυπτόμενος, ἐπειδὴ δ᾽ οἱ τριάκοντα κατέστησαν, τηνικαῦτα κατέπλευσεν εἰς τὴν πόλιν. καὶ φησὶ μὲν εἶναι δημοτικός, τοσούτῳ δὲ μᾶλλον τῶν ἄλλων ἐπεθύμει μετασχεῖν ἐκείνης τῆς πολιτείας, ὥστ᾽ οὐδ᾽ εἰ κακῶς ἔπαθεν, ἠξίωσεν ἀπελθεῖν, ἀλλ᾽ ᾑρεῖτο μετὰ τῶν ἡμαρτηκότων εἰς αὑτὸν πολιορκεῖσθαι μᾶλλον ἢ μεθ᾽ ὑμῶν τῶν συνηδικημένων πολιτεύεσθαι.