previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν: δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παῤ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ. [2]Ἤδη δὲἔφηκαὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. [p. 61] γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. Ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν, [3] ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον. Δεῖ δέ σε τὴν κόρην μὴ μέχρι τῶν ὀμμάτων μόνον πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν. [4] Θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. Ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον.’ ‘Πιθανῶς μὲνἔφηννὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς: δέδοικα δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.’ [5]Ἔρως, γενναῖεἔφηδειλίας οὐκ ἀνέχεται. Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν; τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ; [6] Ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν δέ σοι ἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: