previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μετὰ δὲ τὸ δεῖπνον Σάτυρός μοι προσελθὼν ἔφηνῦν μὲν ἀνδρίζεσθαι καιρός. γὰρ μήτηρ τῆς κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ̓ αὑτὴν ἀναπαύεται: μόνη δὲ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι. [2] Ἐγὼ δέ σοι ταύτην ἀπάξω διαλεγόμενος.’ Ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. Καὶ οὕτως ἐγένετο. Ἀπεσπάσθη καὶ Κλειώ, δὲ παρθένος ἐν τῷ περιπάτῳ [p. 65] καταλέλειπτο. [3] Ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς: πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν, οἶνος, ἔρως, ἐλπίς, ἐρημία: καὶ οὐδὲν εἰπών, ἀλλ̓ ὡς ἀπὸ συγκειμένου λόγου, ὡς εἶχον, περιχυθεὶς τὴν κόρην κατεφίλουν. [4] Ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται: καὶ ταραχθέντες ἀνεπηδήσαμεν. Καὶ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας, [5] καὶ τὸν ψόφον λοιδορῶν. Ἐν τούτῳ δὲ Σάτυρος ὑπαντιάζει μοι φαιδρῷ τῷ προσώπῳ: καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ: καὶ αὐτὸς ἦν ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: