previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής: τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί. [2] Προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην: δὲ βδελυττόμενος αὐτοῦ τοῦ βίου τὴν ἀκολασίαν ἠρνήσατο. Θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμάσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου καὶ ἀδόλως ἐρῶντα: ἀναπλάττων γὰρ ἑαυτῷ τῆς [p. 68] παιδὸς τὸ κάλλος καὶ φανταζόμενος τὰ ἀόρατα ἔλαθε σφόδρα κακῶς διακείμενος. [3] Ἐπιβουλεύει δὴ καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι: νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, γάμον ἔχειν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. Καὶ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: