previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ̓ ἑστίασιν αὐτὸν ἐκάλεσεν. δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον: ὡς δὲ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται. [2] Ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος Σάτυρος αὐτῷ: καὶ μὲν ἔπιε καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι, καταπεσὼν ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου. [3] δὲ Σάτυρος εἰστρέχει πρός με καὶ λέγεικεῖταί σοι καθεύδων Κύκλωψ: σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς γένῃ.’ Καὶ ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς ἐρωμένης, καὶ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν, [p. 77] ὑποδεχομένης με τῆς Κλειοῦς ἀψοφητί, τρέμων τρόμον διπλοῦν, χαρᾶς ἅμα καὶ φόβου. [4] μὲν γὰρ τοῦ κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον: οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ λυπούμενον. Ἄρτι δέ μου παρελθόντος εἴσω τοῦ θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτο περὶ τὴν τῆς κόρης μητέρα: ἔτυχε γὰρ ὄνειρος αὐτὴν ταράξας. [5] Ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτίαν, μέσην ἀνατέμνειν τῇ μαχαίρᾳ τὴν γαστέρα κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. Ταραχθεῖσα οὖν ὑπὸ δείματος ὡς εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχειἐγγὺς γὰρ ἦνἄρτι μου κατακλιθέντος. [6] Ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν εὐθὺς ἀνεπήδησα, δὲ ἐπὶ τὴν κλίνην παρῆν. Συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον: εἶτα ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: