previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν τοῦ δείπνου καιρὸς ἦν. Ἦν γὰρ ἑορτὴ προτρυγαίου [p. 59] Διονύσου τότε. Τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾄδουσι: [2] καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον, οἶνον οὐκ εἶναί ποτε παῤ ἀνθρώποις, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίνης ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ τὸν Χῖον τὸν ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων ἀμπέλων, τὴν δὲ πρώτην παῤ αὐτοῖς φῦναι τῶν οἴνων μητέρα. [3] Εἶναι γὰρ ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα. Ἐπὶ τοῦτον ἧκεν Διόνυσος τὸν βουκόλον, δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ ἅμαξα :βοῶν: ποτὸν δὲ ἦν παῤ αὐτοῖς οἷον καὶ βοῦς ἔπινεν: [4] οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν βουκόλον καὶ αὐτῷ προπίνει κύλικα φιλοτησίαν: τὸ δὲ ποτὸν οἶνος ἦν. δὲ πιὼν ὑφ̓ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεὸνπόθεν, ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν; [5] οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. Τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν: τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.’ Καὶ Διόνυσος ἔφητοῦτό ἐστιν ὀπώρας ὕδωρ.’ Ἄγει πρὸς τὴν ἄμπελον θεὸς τὸν βουκόλον, [6] καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς [p. 60] τὴν ἄμπελοντοῦτο μέν ἐστινἔφητὸ ὕδωρ, τοῦτο δὲ πηγή.’ μὲν οὖν οἶνος οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: