Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. Ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. Καὶ ὁ Κλεινίας (ἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχε) διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος. [2] Καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν: ἦν γὰρ δρασμὸν βεβουλευμένη. Ἅμα τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν̓ καὶ τῆς Κλειοῦς ἡμεῖς ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί ποιεῖν μέλλομεν. [3] Παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ [p. 79] ὅτι φεύγειν διεγνώκαμεν. Λέγει ἡ Κλειὼ ‘κἀγὼ σὺν ὑμῖν: ἢν γὰρ περιμείνω τὴν ἕω, θάνατός μοι πρόκειται τῶν βασάνων γλυκύτερος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.