previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον διεγνώκει. Ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. Ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς. [2] Τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. Ἐώνητο δὲ τῇ κόρῃ πρὸς τὸν γάμον: περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν χώρα τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. Ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι. [3] Ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ: ᾿μέθυστος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον: ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χρόαν ἐπάλληλοι: [p. 66] συγκείμενοι δὲ ἦσαν οἱ τρεῖς: μέλαινα μὲν κρηπὶς τοῦ λίθου, τὸ δὲ μέσον σῶμα λευκὸν τῷ μέλανι συνεφαίνετο, ἑξῆς δὲ τῷ λευκῷ τὸ λοιπὸν ἐπυρρία κορυφούμενον: λίθος δὲ τῷ χρυσῷ στεφανούμενος, [4] ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν. Τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν πορφύρα τὴν βαφήν, ἀλλ̓ οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. Ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας κόσμος ἀνθρώποις ἀπόρρητος ἦν: μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ. [5] Ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην: καὶ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. Εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στόματι τοῦ κυνὸς περιρρεῖ τοῦ ἄνθους τὸ αἷμα καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν. [6] ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν πρόσεισι καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο: ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχε καὶ χείρ. [7] Συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον: καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια: τὸ δὲ κατὰ τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο: καὶ τότε τὸν οἶκον τῆς πορφύρας ἐδιδάσκετο. [8] Λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει βαφῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: