previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. καὶ Τραϊανὸς μὲν ἐκεῖθεν οὕτως ἀπῆλθε, καὶ οὐ πολλῷ ὕστερον ἀρρωστεῖν ἤρχετο. καὶ ἐν τούτῳ οἱ κατὰ Κυρήνην Ἰουδαῖοι, Ἀνδρέαν 1 τινὰ προστησάμενοί σφων, τούς τε Ῥωμαίους καὶ τοὺς Ἕλληνας ἔφθειρον, καὶ τάς τε σάρκας αὐτῶν ἐσιτοῦντο καὶ τὰ ἔντερα ἀνεδοῦντο τῷ τε αἵματι ἠλείφοντο καὶ τὰ ἀπολέμματα ἐνεδύοντο, πολλοὺς δὲ καὶ μέσους ἀπὸ κορυφῆς [2] διέπριον: θηρίοις ἑτέρους ἐδίδοσαν, καὶ μονομαχεῖν ἄλλους 2 ἠνάγκαζον, ὥστε τὰς πάσας δύο [p. 422] καὶ εἴκοσι μυριάδας ἀπολέσθαι. ἔν τε Αἰγύπτῳ πολλὰ ἔδρασαν ὅμοια καὶ ἐν τῇ Κύπρῳ, ἡγουμένου τινός σφισιν Ἀρτεμίωνος: καὶ ἀπώλοντο [3] καὶ ἐκεῖ μυριάδες τέσσαρες καὶ εἴκοσι. καὶ διὰ τοῦτ᾽ οὐδενὶ 3 Ἰουδαίῳ ἐπιβῆναι αὐτῆς ἔξεστιν, ἀλλὰ κἂν ἀνέμῳ τις βιασθεὶς ἐς τὴν νῆσον ἐκπέσῃ 4 θανατοῦται. ἀλλ᾽ Ἰουδαίους μὲν ἄλλοι τε καὶ Λούσιος ὑπὸ Τραϊανοῦ πεμφθεὶς κατεστρέψατο. ”

1 *)andre/an Scaliger, a)ndri/an *wC.

2 a)/llous C, a)llh/lous V.

3 ou)deni\ Sylb., ou)de\n *wC.

4 e)kpe/sh| Rk., e)mpe/shi *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: