previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. ἐβούλετο. ἐκπηδήσαντος 1 οὖν ὀργῇ καὶ ἐκεῖθεν ἐκ τοῦ στρατοπέδου μετεπέμψατο αὐτὸν Τραϊανός, καὶ ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμα ἐκέλευσεν αὐτῷ πάντων ἀκουόντων εἰπεῖν ὅσα ἤθελεν, ἵνα μὴ ἀγνοήσαντές τινες τὰ κατὰ μόνας σφίσιν [2] εἰρημένα λογοποιήσωσί τινα διάφορα. ἀκούσας τοῦτο Παρθαμάσιρις οὐκέτι τὴν ἡσυχίαν ἦγεν, ἀλλὰ μετὰ πολλῆς παρρησίας ἄλλα τέ τινα εἶπε καὶ ὅτι οὐχ ἡττηθεὶς οὐδὲ ζωγρηθεὶς ἀλλ᾽ ἑκὼν ἀφίκετο, πιστεύσας ὅτι οὔτε τι ἀδικηθήσεται καὶ τὴν βασιλείαν ἀπολήψεται ὥσπερ καὶ Τιριδάτης [3] παρὰ τοῦ Νέρωνος. καὶ αὐτῷ Τραϊανὸς πρός τε τἆλλα ἀντέλεξεν ὅσα ἥρμοζεν, καὶ Ἀρμενίαν μὲν οὐδενὶ προήσεσθαι ἔφη ῾Ῥωμαίων τε γὰρ εἶναι καὶ ἄρχοντα Ῥωμαῖον 2 ἕξειν᾽, ἐκείνῳ μέντοι ἀπελθεῖν ὅποι βούλεται ἐπιτρέψειν. [4] καὶ τὸν μὲν Παρθαμάσιριν μετὰ τῶν Πάρθων [p. 400] τῶν 3 συνόντων οἱ ἀπέπεμψεν, ἀγωγούς σφισιν ἱππέας, ὅπως μήτε τινὶ συγγένωνται μήτε τι νεοχμώσωσι, δούς: τοὺς δὲ Ἀρμενίους πάντας τοὺς μετ᾽ αὐτοῦ ἐλθόντας προσέταξε κατὰ χώραν, ὡς καὶ αὑτοῦ 4 ἤδη ὄντας, 5 μεῖναι.” Exc. UG 52 (p. 404), Xiph. 235, 24-27 R. St. “ ”

1 e)kphdh/santos Leuncl., e)sphdh/santos ABM.

2 *(rwmai=on Urs., r(wmai/wn ABM.

3 tw=n supplied by Rk.

4 au(tou= Bk., au)tou= ABM.

5 o)/ntas Urs., o)/ntos ABM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: