previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. καὶ οἱ παρὰ τοῦ Δεκεβάλου πρέσβεις ἐς τὸ συνέδριον ἐσήχθησαν, τά τε ὅπλα καταθέντες συνῆψαν τὰς χεῖρας ἐν αἰχμαλώτων 1 σχήματι καὶ εἶπόν τέ τινα καὶ ἱκέτευσαν, καὶ οὕτω τήν τε εἰρήνην ἐσπείσαντο καὶ τὰ ὅπλα ἀπέλαβον. [2] Τραϊανὸς δὲ τά τε νικητήρια ἤγαγε καὶ Δακικὸς ἐπωνομάσθη, ἔν τε τῷ θεάτρῳ μονομάχους συνέβαλε ῾καὶ γὰρ ἔχαιρεν αὐτοῖσ᾽, καὶ τοὺς ὀρχηστὰς ἐς τὸ θέατρον ἐπανήγαγε ῾καὶ γὰρ ἑνὸς αὐτῶν τοῦ Πυλάδου ἤρἀ, οὐ μέντοι, οἷα πολεμικὸς ἀνήρ, τἆλλα ἧττον διῆγεν καὶ ἧττον ἐδίκαζεν, ἀλλὰ τοτὲ μὲν ἐν τῇ ἀγορᾷ τοῦ Αὐγούστου, τοτὲ δ᾽ ἐν τῇ στοᾷ τῇ Λιουίᾳ ὠνομασμένῃ, πολλάκις δὲ καὶ ἄλλοθι ἔκρινεν ἐπὶ βήματος.” Xiph. 231, 24-232, 2 R. St., Exc. Val. 287 (p. 708).[3] ἐπεὶ δὲ Δεκέβαλος πολλὰ παρὰ τὰς συνθήκας ἀπηγγέλλετο αὐτῷ ποιῶν, καὶ ὅπλα τε κατεσκευάζετο, καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τά τε ἐρύματα ἐπεσκεύαζε, παρά τε τοὺς ἀστυγείτονας ἐπρεσβεύετο, καὶ τοῖς τἀναντία οἱ φρονήσασι πρότερον ἐλυμαίνετο, καὶ τῶν Ἰαζύγων καὶ χώραν τινὰ ἀπετέμετο ῾ἣν μετὰ ταῦτα ἀπαιτήσασιν αὐτοῖς Τραϊανὸς οὐκ ἀπέδωκεν᾽, [4] οὕτω δὴ καὶ αὖθις πολέμιον αὐτὸν βουλὴ ἐψηφίσατο, καὶ Τραϊανὸς δι᾽ ἑαυτοῦ καὶ αὖθις, ἀλλ᾽ οὐ δι᾽ ἑτέρων στρατηγῶν, τὸν πρὸς ἐκεῖνον πόλεμον ἐποιήσατο.” Xiph. 232, 2-10 R. St.[p. 380]

1 ai)xmalw/twn Zon., ai)xmalw/tou *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: