previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. μαθὼν δὲ ταῦτα Τραϊανὸς ἐν Βαβυλῶνι 1καὶ γὰρ ἐκεῖσε ἦλθε κατά τε τὴν φήμην, ἧς οὐδὲν ἄξιον εἶδεν τι μὴ χώματα καὶ λίθους 2 καὶ ἐρείπια, καὶ διὰ τὸν Ἀλέξανδρον, καὶ ἐνήγισεν ἐν τῷ οἰκήματι ἐν ἐτετελευτήκει)— [p. 418] μαθὼν δὲ ταῦτα τόν τε Λούσιον καὶ τὸν Μάξιμον [2] ἐπὶ τοὺς ἀφεστηκότας ἔπεμψε. καὶ οὗτος μὲν ἀπέθανεν ἡττηθεὶς μάχῃ, Λούσιος δὲ ἄλλα τε πολλὰ κατώρθωσε καὶ τὴν Νίσιβιν ἀνέλαβε, τήν τε Ἔδεσσαν 3 ἐξεπολιόρκησε καὶ διέφθειρε καὶ ἐνέπρησεν. ἑάλω δὲ καὶ Σελεύκεια πρός τε Ἐρυκίου Κλάρου καὶ πρὸς Ἰουλίου Ἀλεξάνδρου [3] ὑποστρατήγων, καὶ ἐκαύθη. Τραϊανὸς δὲ φοβηθεὶς μὴ καὶ οἱ Πάρθοι τι νεοχμώσωσι, βασιλέα αὐτοῖς ἴδιον δοῦναι ἠθέλησε, καὶ ἐς Κτησιφῶντα ἐλθὼν συνεκάλεσεν ἐς πεδίον τι μέγα πάντας μὲν τοὺς Ῥωμαίους πάντας δὲ τοὺς Πάρθους τοὺς ἐκεῖ τότε ὄντας, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβάς, καὶ μεγαληγορήσας ὑπὲρ ὧν καὶ κατειργάσατο, Παρθαμασπάτην τοῖς Πάρθοις βασιλέα ἀπέδειξε, τὸ διάδημα αὐτῷ ἐπιθείς.” Xiph. 239, 16-240, 15 R. St.ὅτι τῷ Οὐολογαίσῳ 4 τῷ Σανατρούκου 5 παιδὶ

1 *babulw=ni Tillemont, ploi/w| *wC.

2 li/qous Rk., mu/qous *wC.

3 *)/edessan R. Steph., e)/desan *wC.

4 *ou)ologai/sw| Bk., bologai/sw| *wBM.

5 *sanatrou/kou Reim., sanoutrou/kou *wBM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: