previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. ποτε ἤμει, ἀσθενέστερος. ἀπεῖπε δὲ καὶ ἀνδριάντας αὑτῷ 1 χρυσοῦς ἀργυροῦς γίνεσθαι. τοῖς δὲ τῶν οὐσιῶν ἐπὶ τοῦ Δομιτιανοῦ μάτην ἐστερημένοις πάντα ἀπέδωκεν ὅσα ἐν τῷ βασιλείῳ ἔτι ὄντα εὑρέθη. τοῖς τε πάνυ πένησι τῶν Ῥωμαίων ἐς χιλιάδα καὶ πεντακοσίας μυριάδας γῆς κτῆσιν ἐχαρίσατο, βουλευταῖς τισι τήν τε ἀγορασίαν [2] αὐτῶν καὶ τὴν διανομὴν προστάξας. χρημάτων δὲ ἀπορῶν πολλὰ μὲν ἱμάτια καὶ σκεύη καὶ ἀργυρᾶ καὶ χρυσᾶ, ἄλλα τε ἔπιπλα καὶ ἐκ τῶν ἰδίων καὶ ἐκ 2 τῶν βασιλικῶν, πολλὰ δὲ καὶ χωρία καὶ οἰκίας, μᾶλλον δὲ πάντα πλὴν τῶν ἀναγκαίων, ἀπέδοτο: οὐ μέντοι καὶ περὶ τὰς τιμὰς αὐτῶν ἐμικρολογήσατο, ἀλλὰ καὶ ἐν αὐτῷ [3] τούτῳ πολλοὺς εὐηργέτησε. καὶ πολλὰς μὲν θυσίας πολλὰς δὲ ἱπποδρομίας ἄλλας τέ τινας θέας κατέλυσε, συστέλλων ὡς οἷόν τε τὰ δαπανήματα. ὤμοσε δὲ καὶ ἐν τῷ συνεδρίῳ μηδένα τῶν βουλευτῶν φονεύσειν, ἐβεβαίωσέ τε τὸν ὅρκον καίπερ ἐπιβουλευθείς. ἔπραττε δὲ οὐδὲν [4] τι μὴ μετὰ τῶν πρώτων ἀνδρῶν. ἐνομοθέτησε δὲ ἄλλα τε καὶ περὶ τοῦ μὴ εὐνουχίζεσθαί τινα μηδὲ 3 ἀδελφιδῆν γαμεῖν. τὸν δὲ Ῥοῦφον τὸν Οὐεργίνιον, καίπερ πολλάκις αὐτοκράτορα ὀνομασθέντα, οὐκ ὤκνησεν ὑπατεύσας συνάρχοντα προσλαβεῖν: ἐφ᾽ οὗ τῷ μνήματι τελευτήσαντος ἐπεγράφη ὅτι νικήσας Οὐίνδικα τὸ κράτος οὐχ ἑαυτῷ περιεποιήσατο ἀλλὰ τῇ πατρίδι. ”

1 au(tw=| Bk., au)tw= *wC.

2 e)k supplied by Bk.

3 mhde\ Bk., mh/te *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: