previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. [1α] Κοκκειανὸς δὲ Κάσιος Δίων, γραφαῖς Λατίνων τετρακοσίων ἔγραψε ταύτην τὴν Βαβυλῶνα σταδίων εἶναι.” Tzetz. Chil. 9, 572 s#3.῾Ἡ δὲ Σεμίραμις ... πόλιν ... ἐπυργώσατο [p. 412] . ... σταδίων τὴν περίμετρον ἔχουσαν κατὰ Κοκκειανὸν Κάσσιον Δίωνα τετρακοσίων.” Tzetz. Exeg. in Hom. Il. p. 141, 15 s#3.ἔνθα 1 μέντοι τήν τε ἄσφαλτον εἶδε Τραϊανὸς ἐξ ἧς τὰ τείχη Βαβυλῶνος ᾠκοδόμητο ῾τοσαύτην γὰρ ἀσφάλειαν πλίνθοις ὀπταῖς καὶ λίθοις λεπτοῖς συμμιχθεῖσα παρέχεται ὥστε καὶ πέτρας καὶ σιδήρου παντὸς ἰσχυρότερα αὐτὰ ποιεῖν᾽, [2] καὶ τὸ στόμιον 2 ἐθεάσατο ἐξ οὗ πνεῦμα δεινὸν ἀναδίδοται, ὥστε πᾶν μὲν ἐπίγειον ζῷον πᾶν δὲ πετεινὸν 3 ἀποφθείρειν, εἰ καὶ ἐφ᾽ ὁποσονοῦν ὄσφροιτό τι αὐτοῦ. καὶ εἴπερ ἐπὶ πολὺ ἄνω ἐχώρει καὶ πέριξ ἐσκεδάννυτο, οὐδ᾽ ἂν ᾠκεῖτο χῶρος: νῦν δὲ αὐτὸ ἐν ἑαυτῷ ἀνακυκλούμενον [3] κατὰ χώραν μένει. καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα σώζεται καὶ τὰ πέριξ νεμόμενα. 4 εἶδον ἐγὼ τοιοῦτον ἕτερον ἐν Ἱεραπόλει τῆς Ἀσίας, καὶ ἐπειράθην αὐτοῦ δι᾽ ὀρνέων, αὐτός τε ὑπερκύψας καὶ αὐτὸς ἰδὼν 5 τὸ πνεῦμα: κατακέκλειταί 6 τε γὰρ ἐν δεξαμενῇ τινι, καὶ θέατρον ὑπὲρ αὐτοῦ ᾠκοδόμητο, φθείρει τε πάντα τὰ ἔμψυχα πλὴν τῶν ἀνθρώπων τῶν τὰ αἰδοῖα ἀποτετμημένων. οὐ μὴν καὶ τὴν αἰτίαν αὐτοῦ συννοῆσαι ἔχω, λέγω δὲ τε εἶδον ὡς εἶδον καὶ ἤκουσα ὡς ἤκουσα. ”

1 e)/nqa C, e)ntau=qa V.

2 to\ sto/mion *wC, to\ *)/aornon sto/mion exc. Treu, Suid., Eust.

3 peteino\n *wC, pthno\n exc. Treu, Suid.

4 kai\ e)k tou/tou —nemo/mena exc. Treu, Suid., om. Xiph.

5 i)dw\n Rk., u(peridw\n *wC.

6 katake/kleitai/ Dind., katake/kleistai/ *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: