previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. μετὰ δὲ ταῦτα ἐστράτευσεν ἐπ᾽ Ἀρμενίους καὶ Πάρθους, πρόφασιν μὲν ὅτι μὴ τὸ διάδημα ὑπ᾽ αὐτοῦ εἰλήφει, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως, τῶν Ἀρμενίων βασιλεύς, τῇ δ᾽ ἀληθείᾳ δόξης ἐπιθυμίᾳ.” Xiph. 235, 6-20 R. St.[2] ὅτι τοῦ Τραϊανοῦ ἐπὶ Πάρθους στρατεύσαντος καὶ ἐς Ἀθήνας ἀφικομένου πρεσβεία αὐτῷ ἐνταῦθα παρὰ τοῦ Ὀρρόου 1 ἐνέτυχε, τῆς εἰρήνης δεομένη καὶ δῶρα φέρουσα. ἐπειδὴ γὰρ ἔγνω τήν τε ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς [p. 394] ἐτεκμηρίου, κατέδεισε, καὶ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι, τήν τε Ἀρμενίαν Παρθαμασίριδι Πακόρου καὶ αὐτῷ υἱεῖ ᾔτει, καὶ ἐδεῖτο τὸ διάδημα αὐτῷ πεμφθῆναι: [3] τὸν γὰρ Ἐξηδάρην ὡς οὐκ ἐπιτήδειον οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς Πάρθοις ὄντα πεπαυκέναι ἔλεγεν. 2 καὶ ὃς οὔτε τὰ δῶρα ἔλαβεν, οὔτ᾽ ἄλλο τι ἀπεκρίνατο καὶ ἐπέστειλε 3 πλὴν ὅτι φιλία ἔργοις καὶ οὐ λόγοις κρίνεται, καὶ διὰ τοῦτ᾽, ἐπειδὰν ἐς τὴν Συρίαν ἔλθῃ, πάντα τὰ προσήκοντα ποιήσει. καὶ οὕτω διανοίας ὢν διά 4 τε τῆς Ἀσίας καὶ διὰ Λυκίας τῶν τε ἐχομένων ἐθνῶν

1 *)orro/ou A, o)rro/nou B, o)rro/ntou M; cf. ch. 19, 4 o)rro/ou ABM; ch. 22, 1 o)rro/hn B, o)sro/hn AM.

2 e)/legen Leuncl., e)le/geto MSS.

3 e)pe/steile Leuncl., a)pe/steile MSS.

4 dia/ — dia\ Rk., e)pi/ — e)pi\ *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: