previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. Τραϊανὸς δὲ γέφυραν λιθίνην ἐπὶ τοῦ Ἴστρου κατεσκευάσατο, περὶ ἧς οὐκ ἔχω πῶς ἂν ἀξίως [p. 384] αὐτὸν θαυμάσω: ἔστι μὲν γὰρ καὶ τἆλλα αὐτοῦ ἔργα διαπρεπέστατα, τοῦτο δὲ καὶ ὑπὲρ ἐκεῖνα. ὡς γὰρ 1 κρηπῖδές εἰσι λίθου τετραπέδου εἴκοσι, τὸ μὲν ὕψος πεντήκοντα καὶ ἑκατὸν ποδῶν πλὴν [2] τῶν θεμελίων, τὸ δὲ πλάτος ἑξήκοντα: καὶ αὗται 2 ἑβδομήκοντα καὶ ἑκατὸν ἀπ᾽ ἀλλήλων πόδας ἀπέχουσαι ἁψῖσι συνῳκοδόμηνται. πῶς οὐκ ἄν τις τὸ ἀνάλωμα τὸ ἐς αὐτὰς δαπανηθὲν θαυμάσειε; πῶς δ᾽ οὐκ ἂν 3 τὸν τρόπον ὃν ἕκαστα αὐτῶν ἔν τε ποταμῷ πολλῷ καὶ ἐν ὕδατι δινώδει δαπέδῳ τε ἰλυώδει ἐγένετο; οὐ γάρ τοι 4 καὶ παρατρέψαι 5 [3] ποι τὸ ῥεῦμα ἠδυνήθη. τὸ δὲ δὴ πλάτος τοῦ ποταμοῦ εἶπον οὐχ ὅτι διὰ τοσούτου ῥεῖ ῾καὶ γὰρ ἐπὶ διπλάσιον ἔστιν οὗ καὶ ἐπὶ τριπλάσιον αὐτοῦ πελαγίζεἰ, ἀλλ᾽ ὅτι τό τε στενώτατον καὶ τὸ ἐπιτηδειότατον ἐς τὸ γεφυρωθῆναι τῶν ἐκείνῃ [4] χωρίων τοσοῦτόν ἐστιν. ὅσῳ δὲ δὴ ἐς στενὸν ταύτῃ ἐκ πελάγους μεγάλου καταβαίνων καὶ ἐς πέλαγος αὖθις μεῖζον προχωρῶν κατακλείεται, τόσῳ που καὶ ῥοωδέστατος καὶ βαθύτατος γίγνεται, ὥστε καὶ τοῦτο ἐς τὴν χαλεπότητα τῆς [5] κατασκευῆς τῆς γεφύρας τεῖναι. μὲν οὖν μεγαλόνοια τοῦ Τραϊανοῦ καὶ ἐκ τούτων δείκνυται: οὐ μέντοι καὶ 6 ὠφέλειάν τινα ἡμῖν γέφυρα παρέχεται, ἀλλ᾽ ἑστᾶσιν αἱ κρηπῖδες ἄλλως, δίοδον οὐκ ἔχουσαι, καθάπερ ἐπ᾽ αὐτῷ τούτῳ μόνον γενόμεναι ἵν᾽ ἐπιδείξωσι τὴν ἀνθρωπίνην φύσιν οὐδὲν τι οὐ δυναμένην ἐξεργάσασθαι. [6] μὲν γὰρ Τραϊανὸς δείσας μή ποτε παγέντος [p. 386] τοῦ Ἴστρου πόλεμος τοῖς πέραν Ῥωμαίοις γένηται, ἐποίησε τὴν γέφυραν ἵνα αἱ ἐπιβασίαι ῥᾳδίως δι᾽ αὐτῆς διεξίωσιν: Ἁδριανὸς δὲ τοὐναντίον φοβηθεὶς μὴ καὶ τοῖς βαρβάροις τοὺς φρουροὺς αὐτῆς βιαζομένοις ῥᾳδία διάβασις ἐς τὴν Μυσίαν , ἀφεῖλε τὴν ἐπιπολῆς κατασκευήν. ”

1 w(s ga\r corrupt. Bs. proposes w(=| ge, w(=| g' ai( or h(=s ge, or else w(=| ga\r sith comma after sunw|kodo/mhntai.

2 au(=tai Bk., au)tai\ *wC.

3 a)\n Bk., a)/n tis *wC.

4 toi Rk., ti *wC.

5 paratre/yai Sylb., peritre/yai *wC.

6 kai\ Sylb., kai\ ei) *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: