Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῷ σφόδρα φιλεῖν ἔαυτόν, Ἄντίοχε Φιλόπαππε , φάσκοντι συγγνώμην μὲν ἅπαντας Πλάτων 1 διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς; ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφ᾽ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν δίκαιον οὐδ᾽ ἀδέκαστον εἶναι: ‘ τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενονἂν μή τις μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφ᾽ ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, δι᾽ ἣν αὐτὸς αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται. μάρτυν ἅμ᾽ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον. γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα φίλαυτός ἐστι, δι᾽ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρχειν χειν βουλόμενος; πάντα δ᾽ οἰόμενος ὧν μὲν βούλησις οὐκ ἄτοπος δ᾽ οἴησις ἐπισφαλὴς καὶ δεομένη [p. 119] πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἀλήθεια καὶ πάντωνμὲν ἀγαθῶν θεοῖς πάντων δ᾽ ἀνθρώποιςἀρχὴ κατὰ Πλάτωνα, 2 κινδυνεύει θεοῖς ἐχθρὸς κόλαξ εἶναι , τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντιτάττεται γὰρ ἀεὶ πρὸς τὸγνῶθι σαυτόν,’ ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δ᾽ ὅλως ἀνεπανόρθωτα ποιῶν.


εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, κόλαξ ἥπτετο μόνον μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ ἂν ἦν οὕτω δεινὸν οὐδὲ δυσφύλακτον: ἐπεὶ δ᾽ ὥσπερ οἱ θρῖπες ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέχεται καὶ τρέφει προσφυόμενον, ἔτι δ᾽ ὥσπερ Σιμωνίδης 3 τὴν ἱπποτροφίανφησὶνοὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλ᾽ ἀρούραισι πυροφόροις,’ οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδ᾽ ἀδόξοις οὐδ᾽ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλ᾽ οἴκων τε καὶ πραγμάτων μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγεμονίας ἀνατρέπουσαν: οὐ μικρὸν ἔργον ἐστὶν οὐδὲ φαύλης δεόμενον προνοίας περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ 4 τὴν φιλίαν. οἱ μὲν γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι τὰ σώματα σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ κόλακας οὐδ᾽ ὅλως ἰδεῖν ἔστι [p. 120] πράγμασι ξηροῖς καὶ κατεψυγμένοις προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ αὔξονται, ταχὺ δ᾽ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν, ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ φίλων τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ καὶ βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλ᾽ ὥσπερ νόμισμα δεῖ τὸν φίλον ἔχειν πρὸ τῆς χρείας δεδοκιμασμένον, μὴ ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλ᾽ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν καὶ κατανόησιν τοῦ κόλακος: εἰ δὲ μὴ , ταὐτὸ πεισόμεθα τοῖς αἰσθανομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων φαρμάκων εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς καὶ διαφθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθ᾽ ὅσοι τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς κεχαρισμένως: ὁμιλοῦντας εὐθὺς ἔχειν ἐπ᾽ αὐτοφώρῳ κόλακας εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς φίλος οὐδ᾽ πο ἑὁ ἄκρατος, οὐδὲ τῷ πικρῷ σεμνὸν φιλία καὶ αὐστηρῷ, ἀλλ᾽ αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν ἐστι,
πὰρ δ᾽ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκί᾽ ἔθεντο,
5
καὶ οὐ δυστυχοῦντι μόνον
εἰς ὄμματ᾽ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
κατ᾽ Εὐριπίδην, 6 ἀλλ᾽ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν τῶν κακῶν ἀφαιροῦσα [p. 121] τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ καθάπερ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας τὴν φιλίαν θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ πῶς ἂν κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλ᾽ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως ἔοικεν κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδ᾽ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δ᾽ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα.


χαλεπὸν οὖν φαίη τις ἄν ἐστι διακρῖναι τὸν κόλακα καὶ τὸν φίλον, εἰ μήθ᾽ ἡδονῇ μήτ᾽ ἐπαίνῳ διαφέρουσι: καὶ γὰρ ἐν ὑπουργίαις καὶ διακονίαις πολλάκις ἰδεῖν ἐστι τὴν φιλίαν ὑπὸ τῆς κολακείας παρατρεχομένην. τί δ᾽ οὐ μέλλει, φήσομεν, ἂν τὸν ἀληθινὸν κόλακα καὶ μετὰ δεινότητος καὶ τέχνης ἁπτόμενον τοῦ πράγματος διώκωμεν, ἀλλὰ μή, καθάπερ οἱ πολλοί, τοὺς αὐτοληκύθους τούτους [p. 122] λεγομένους καὶ τραπεζέας καὶ μετὰ τὸ κατὰ χειρὸς ὕδωρ ἀκουομένους ὥς τις εἶπε κόλακας νομίζωμεν, ὧν ἐν μιᾷ λοπάδι καὶ κύλικι μετὰ βωμολοχίας καὶ βδελυρίας ἀνελευθερία γίγνεται κατάδηλος; οὐ γὰρ δήπου Μελάνθιον ἔδει τὸν Ἀλεξάνδρου τοῦ Φεραίου παράσιτον ἐξελέγχειν, ὃς τοῖς ἐρωτῶσι πῶς Ἀλέξανδρος ἐσφάγηδιὰ τῆς: πλευρᾶςἔλεγενεἰς τὴν γαστέρα τὴν ἐμήν,’ οὐδὲ τοὺς ἀμφὶ πλουσίαν τράπεζαν ἐγκυκλουμένους, οὓς οὐ πῦρ 7 οὐ σίδαρος οὐδὲ χαλκὸς εἴργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον, οὐδὲ τὰς ἐν Κύπρῳ κολακίδας, ἐπειδὴ διέβησαν εἰς Συρίαν, κλιμακίδας προσαγορευθείσας, ὅτι ταῖς γυναιξὶ τῶν βασιλέων ἀναβαίνειν ἐπὶ τὰς ἁμάξας δι᾽ αὑτῶν ὑποκατακλινόμεναι παρεῖχον.


τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδ᾽ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδ᾽ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ 8 δεῖπνον, οὐδ᾽ ἔρριπται μεθυσθεὶς; ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ Πλάτων 9 φησὶνἐσχάτης ἀδικίας εἶναι δοκεῖν δίκαιον μὴ ὄντα,’ καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας, [p. 123] συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ δι᾽ ἀμφοτέρων: ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸἐρρέτω 10 φίλος σὺν ἐχθρῷ,’ διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν.


ὅτι μέντοι γε πάντων ἣδιστόν ἐστιν φιλία καὶ οὐδὲν ἄλλο μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ ἡδονάς ἐστιν. ὅτι δ᾽ χάρις καὶ χρεία τῇ φιλίᾳ παρέπεται καθ᾽ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος φίλος ἀναγκαιότερος εἶναι, διὰ τοῦτ᾽ ἐμβάλλων εἰς τὰς ὑπουργίας ἑαυτὸν κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε τοῖς αὐτοῖς [p. 124] καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ συνίστησι διὰ τῆς ὁμοιοπαθείας, τοῦτο κατιδὼν κόλαξ αὑτὸν ὥσπερ ὕλην τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περιπλάσαι ζητῶν οἷς ἂν ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν μεταβάλλεσθαι καὶ πιθανὸς; ἐπὶ τὰς ἐξομοιώσεις,: ὥστ᾽ εἰπεῖν
οὐ παῖς Ἀχιλλέως, ἀλλ᾽ ἐκεῖνος αὐτὸς εἶ
11
δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον , αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δ᾽ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλ᾽ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, οὕτως οἱ κόλακες; οὐκ ἀληθινὴν οὐδ᾽ ὠφέλιμον ἀλλ᾽ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος; ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις: ἐπεὶ δ᾽ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸνἀλλοτρίοις χρώμασι καὶ σχήμασιν,’ φησιν Πλάτων, 12χήτει οἰκείων κοσμούμενον


εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας; ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δ᾽ [p. 125] αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφ᾽ ἧς καὶ ταῦτ᾽ εἴρηται
γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, 13
παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
νοσῶν τ᾽ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ
εἰδὼς οὖν κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος ἀλλ᾽ ὥσθ᾽ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον πάθει γιγνόμενον.


πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος γὰρ φίλος. δὲ κόλαξ ἅτε [p. 126] δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδ᾽ ἑαυτῷ βίον ζῶν αἱρετόν, ἀλλ᾽ ἑτέρῳ καὶ πρὸς ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδ᾽ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον 14 ὕδωρ περιρρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. μὲν γὰρ πίθηκος, ὡς ἔοικε μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεται
πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι 15
βαλιαῖς ἐλάφοις ἐγχριπτόμενος᾿,
καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλ᾽ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τριβωνοφορία τὸ χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε 16 ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος,
αὐτὰρ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς ,
17
ἔρριπται μὲν τρίβων, κατακείρεται δ᾽ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς [p. 127] φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων: ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν ἧκε φερόμενος, ἀθρόως; ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν, 18 ὧν μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετ᾽ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδ᾽ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα.


τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, [p. 128] οἷς δ᾽ ἤχθετο πράγμασιν διαίταις λόγοις ὡς ἀρέσκοντας ἐξαίφνης; προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδ᾽ ἴδιον οὐδ᾽ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖνβραδέως πεφώρακας τὸν ἄνθρωπον: ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκενἂν. δ᾽ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν δὲ βίον ἀλλακτέον ἕτερον 19 εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, ‘ πάλαι γ᾽ ἐχρῆνφησὶθορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνωνἂν δὲ πάλιν ὁρμᾶν δοκῆς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησενἄξια σαυτοῦ φρονεῖς: δ᾽ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλ᾽ ἄδοξον καὶ ταπεινόνεὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον
ἀλλοῖός; μοι , ξεῖνε, φάνης 20 νέον ἠὲ πάροιθεν
οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος;. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν:


ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν διαφοράν; μὲν 21 ἀληθὴς φίλος οὔτε μιμητής; ἐστι πάντων οὔτ᾽ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων: [p. 129]
οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ
κατὰ τὸν Σοφοκλέα, 22 καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις ἄκοντα δι᾽ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ φαυλότητος πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως; τὴν ἔγκλισιν τοῦ τραχήλου καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς: τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, καὶ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς: ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, ἀλλ᾽ ὥσπερ οἱ φαῦλοι ζῳγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι δι᾽ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀναφέρουσιν, 23 οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, ε δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφ᾽ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος. ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζηλοῦντες 24 καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρτήμασι τῶν φίλων: δὴ καὶ Διονυσίῳ Δίωνα καὶ [p. 130] Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ ἀπώλεσεν. δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτ᾽ ἀκούειν, ἂν ὑποτύφλοις ὑποκώφοις συνῷσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ περὶ γάμον δυστυχοῦντας πρὸς υἱοὺς πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων γυναικὸς συγγενῶν οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ , καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δ᾽ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς φίλος ἀπεπέμψατο τὴν ἑαυτοῦ: κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. οὕτως ἄπειρος ἦν κόλακος νομίζων τὰ ἰαμβεῖα ταυτὶ: τῷ καρκίνῳ μᾶλλον τῷ κόλακι προσήκειν [p. 131]
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
25 ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον
παρασίτου γὰρ τοιοῦτος εἰκονισμός ἐστι
τῶν περὶ τάγηνον καὶ μετ᾽ 26 ἄριστον φίλων,
27
ὡς Εὔπολίς φησιν.


οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον: ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, διαφυλάττει τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος; οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως; φέρουσιν. δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι πανταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον: ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δ᾽ αὑτόν. ‘ἀκαίρωςφησὶνἐγέλας, ἐγὼ δ᾽ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος.’ ἀλλ᾽ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δ᾽ ἐκεῖνον: αὐτὸς ἱππεύειν ἐπιεικῶς, ‘ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον τοῦτον; εὐφυής; εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω,
βροντᾶν δ᾽ οὐκ ἐμὸν ἀλλὰ Διός.
28
[p. 132]ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον.


ἐπεὶ δ᾽ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς κοινόν ἐστι χαίρει γὰρ οὐχ ἧττον τοῖς φίλοις χρηστὸς τοῖς κόλαξιν φαῦλος; , φέρε καὶ τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς πρὸς τὸ τέλος ἀναφορὰ τῆς ἡδονῆς. σκόπει δ᾽ οὕτως. ἔνεστι μέν που τῷ μύρῳ τὸ εὐῶδες, ἔνεστι δ᾽ ἐν ἀντιδότῳ. διαφέρει δ᾽ ὅτι τοῦτο μὲν πρὸς ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον τὸ θερμαῖνον τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ γραφεῖς ἀνθηρὰ. χρώματα καὶ βάμματα μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; 29 δῆλον ὅτι τῷ τέλει τῆς χρείας διακρινοῦμεν. οὐκοῦν ὁμοίως αἱ μὲν τῶν φίλων χάριτες ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ τὸ εὐφραῖνον ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δ᾽ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ πρὸς ἀλλήλους οἷον ἡδύσμασιν ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς δὴ καὶ λέλεκται τὸ
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες
30
καὶ τὸ οὐδέ κεν ἄλλο 31 ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε [p. 133] τοῦ δὲ κόλακος τοῦτ᾽ ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν πρᾶξιν λόγον ἐφ᾽ ἡδονῇ καὶ πρὸς ἡδονὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δ᾽ εἰπεῖν μὲν ἵν᾽ ἡδὺς πάντα δεῖν οἴεται ποιεῖν, δ̓ ἀεὶ ποιῶν δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δ᾽ ἀηδής ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων. ὥσπερ γὰρ ἰατρός, ἂν συμφέρῃ, κρόκον 32 νάρδον ἐπέβαλε καὶ νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώπως, ἔστι δ᾽ ὅπου ταῦτ᾽ ἐάσας καστόριον ἐνέσεισεν
πόλιον βαρύοσμον δὴ ῥίγιστον ὄδωδεν
33
ὅτε σὺν ἐπαἱνῳ καὶ χάριτι μεγαλύνων καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος
Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν,
βάλλ᾽ οὕτω
τινα ἐλλέβορον ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτ᾽ ἐνταῦθα τὸ ἀηδὲς οὔτ᾽ ἐκεῖ τὸ ἡδὺ ποιούμενος τέλος ἀλλ᾽ ἐφ᾽ ἓν δι᾽ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον ἄγων τὸν θεραπευόμενον, οὕτως φίλος ἔστι μὲν ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων 34 καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος καὶ
Τ̔εῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλ᾽ οὕτω᾽
35
πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
36
ὅπου δ᾽ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος
ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδὲ τί σε χρὴ
37 ταύτης ἀφροσύνης
ἔστι δ᾽ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν [p. 134] ἄσωτον ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσαγορεύων ἐσωφρόνισε, καὶ Βάτωνι 38 τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα λυπεῖν τὸν φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλ᾽ ὡς φαρμάκῳ τῷ δάκνοντι χρῆσθαι, σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς φίλος τῇ πρὸς τὸ καλὸν καὶ συμφέρον μεταβολῇ τὰ μὲν ἐνδιδοὺς δ᾽ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δ᾽ ὠφέλιμός ἐστι. δὲ κόλαξ ἀφ᾽ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτ᾽ ἔργον οἶδεν ἀντιτεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται τῷ βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος ὥσπερ οὖν τὸν Ἀγησίλαον Ξενοφῶν ἡδέως ἐπαινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ συνεχῆ ταῖς ἡδοναῖς καὶ τὸ πρὸς; χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς ἐπαινουμένου Χαρίλλου τοῦ βασιλέωςπῶς: οὗτοςἔφηχρηστός, ὃς,: οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;


τοῖς μὲν οὖν ταύροις τὸν οἶστρον ἐνδύεσθαι παρὰ τὸ οὖς λέγουσι, καὶ τοῖς κυσὶ τὸν κρότωνα: τῶν δὲ φιλοτίμων κόλαξ τὰ ὦτα κατέχων τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν. [p. 135] ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρηγορυῖαν καὶ παραφυλάττουσαν πότερον τοῦ πράγματος τοῦ ἀνδρὸς 5 ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος , ἂν ἀπόντας μᾶλλον παρόντας ἐπαινῶσιν, ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦντες μὴ μόνους ἡμᾶς ἀλλὰ πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται: 39 τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν ἑαυτοὺς μὴ μεταμελομένους ἐφ᾽ οἷς ἐπαινούμεθα μηδ᾽ αἰσχυνομένους μηδὲ μᾶλλον ἡμῖν τἀναντία τούτων πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους;. γὰρ οἴκοθεν κρίσις ἀντιμαρτυροῦσα καὶ μὴ προσδεχομένη τὸν ἔπαινον ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ κολακεύοντος ἀνάλωτος. ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως: οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται καὶ συνοδυρομένων ὅταν δ᾽ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, μὲν ἐλέγχῳ καὶ ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν ἐχθρὸς δοκεῖ καὶ κατήγορος, τὸν δ᾽ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα ἀσπάζονται καὶ νομίζουσιν εὔνουν καὶ φίλον. ὅσοι μὲν οὖν πρᾶξιν λόγον σπουδάσαντος ὁτιοῦν σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον: ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ [p. 136] τοῦ σωροῦ κλέπτουσιν ἀλλ᾽ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις Θουκυδίδης 40 φησὶν ὅτιτὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόνἐν δὲ ταῖς κολακείαις ὁρᾶν χρὴ καὶ παραφυλάττειν ἀσωτίαν μὲν ἐλευθεριότητα καλουμένην καὶ δειλίαν ἀσφάλειαν, ἐμπληξίαν δ᾽ ὀξύτητα, μικρολογίαν δὲ σωφροσύνην, τὸν δ᾽ ἐρωτικὸν φιλοσυνήθη καὶ φιλόστοργον, ἀνδρεῖον δὲ τὸν ὀργίλον καὶ ὑπερήφανον, φιλάνθρωπον δὲ τὸν εὐτελῆ καὶ ταπεινόν. ὥς που καὶ Πλάτων 41 φησὶ τὸν ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν δὲ γρυπὸν βασιλικόν, μέλανας δ᾽ ἀνδρικούς, λευκοὺς δὲ θεῶν παῖδας: τὸ δὲ μελίχρουν ὅλως ἐραστοῦ ποίημα 42 εἶναι ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρότητα. καίτοι καλὸς μὲν εἶναι πεισθεὶς αἰσχρὸς μέγας μικρὸς οὔτε χρόνον πολὺν τῇ ἀπάτῃ σύνεστι καὶ βλάπτεται βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. δὲ ταῖς κακίαις ἐθίζων ἔπαινος ὡς ἀρεταῖς μὴ ἀχθόμενον ἀλλὰ χαίροντα χρῆσθαι, καὶ τὸ αἰδεῖσθαι τῶν [p. 137] ἁμαρτανομένων ἀφαιρῶν, οὗτος ἐπέτριψε Σικελιώτας, τὴν Διονυσίου καὶ Φαλάριδος ὠμότητα μισοπονηρίαν προσαγορεύων, οὗτος Αἴγυπτον ἀπώλεσε, τὴν Πτολεμαίου θηλύτητα καὶ θεοληψίαν καὶ ὀλολυγμοὺς καὶ τυμπάνων ἐγχαράξεις 43 εὐσέβειαν ὀνομάζων καὶ θεῶν λατρείαν, οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρ᾽ οὐδὲν ἦλθεν ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ πανηγυρισμοὺς ἱλαρὰ πράγματα 44 καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως αὐτῷ δυνάμεως καὶ τύχης ὑποκοριζόμενος Πτολεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσωπεῖα: καὶ κοθόρνους περιέθηκεν; οὐχ τῶν κολακευόντων ἔπαινος; οἱ δὲ πολλοὶ τῶν βασιλέων οὐκ Ἀπόλλωνες μὲν ἂν μινυρίσωσι, Διόνυσοι δ᾽ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δ᾽ ἂν παλαίσωσι προσαγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας ἐξάγονται;


διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδ᾽ αὐτὸν ἐκεῖνον λέληθεν, ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς 45 ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις
Ἀλεξάνδρου 46 πλέον
τοῦ βασιλέως πέπωκας
[p. 138] καὶ
γελῶ 47 τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος 48
49
τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ 50 καὶ φυλαττομένους τὸ χωρίον τοῦτο καὶ τὸν τόπον οὐκ ἀπ᾽ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλ᾽ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ
πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος
ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων πρεσβυτέροις ἐν ἀγορᾷ μάλ᾽ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι: νῦν δ᾽ αὖ πάλιν αἰτίας ἐλαφρὰς; καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπ᾽ αὐτόν, ὡς ἀκηκοὼς ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτ᾽ εἶπεν ποῦ τοῦτ᾽ ἔπραξεν. ἀρνουμένου δ᾽, ὡς εἰκός, αὐτόθεν ἑλὼν 51 ἐμβέβληκεν εἰς τοὺς ἐπαίνους τὸν ἄνθρωπονἐγὼ δ᾽ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας μηδὲ τοὺς ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρησας τοσαῦτα τῶν ἰδίων δωρούμενος


ἕτεροι τοίνυν, ὥσπερ οἱ ζῳγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν τἀναντία καὶ λοιδορεῖν διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς [p. 139] ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν 52 πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε 53 καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν: ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν 54 οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδ᾽ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν , οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόνεἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπ᾽ ὀργῆς ἀλλὰ τούτῳφησὶνοὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλ᾽ ἴδιος ἄνθρωπος, 55 πάντα πράως φέρει, πάντ᾽ ἀλύπως.'’ ἂν δ᾽ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ
Τυδείδη, μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτε τι νείκει,
56
οὐ ταύτῃ πρόσεισιν τεχνίτης κόλαξ, ἀλλ᾽ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἣκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ [p. 140] συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δ᾽ ἀναγκαίως ἐκείνῳ: ποῖ 57γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν;εἶτ᾽ ἀκούσας τι ἂν εἴπῃ , χρησμὸν εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν ἑταίρων, ἔργῳ κολακεύοντες οὐ λόγῳ: μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπ᾽ αὐτῶν.
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
58
τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες ἀτόπους ἐκτάττοντα 59 συμβουλίας καὶ ὑποθήκας, καὶ διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος 60 πάντα καὶ βοῶν παρ᾽ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς
σύνθημ᾽ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,
61
ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος


ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζῳγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες ἂν μὴ τοῦτο ποιεῖν ἀλλ᾽ ὁδοιπορεῖν νέμειν γεωργεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα [p. 141] λανθάνουσιν, οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν ἐπαινεῖν μὴ δοκῶσιν ἀλλ᾽ ἕτερόν τι πράττειν. γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι καὶ λέγων πρὸς δῆμον βουλὴν ἂν αἴσθηταί τινα τῶν πλουσίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος ὅτι κρείττονα νομίζει καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον. ὅθεν ὁρᾶν ἔστιν αὐτοὺς ἕδρας τε τὰς πρώτας ἐν ἀκροάσεσι καὶ θεάτροις καταλαμβάνοντας, οὐχ ὅτι τούτων ἀξιοῦσιν αὑτούς, ἀλλ᾽ ὅπως ὑπεξιστάμενοι τοῖς πλουσίοις κολακεύωσι: καὶ λόγου κατάρχοντας ἐν συνόδοις καὶ συνεδρίοις, εἶτα παραχωροῦντας ὡς κρείττοσι καὶ μετατιθεμένους ῥᾷστα πρὸς τοὐναντίον, ἄνπερ δυνατὸς πλούσιος: ἔνδοξος ἀντιλέγων. καὶ μάλιστα δεῖ τὰς τοιαύτας ὑποκατακλίσεις καὶ ἀναχωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις οὐδ᾽ ἀρεταῖς οὐδ᾽ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις. Ἀπελλῆς μὲν γὰρ ζωγράφος, Μεγαβύζου παρακαθίσαντος αὐτῷ καὶ περὶ γραμμῆς τι καὶ σκιᾶς βουλομένου λαλεῖν, ‘ὁρᾷςἔφητὰ παιδάρια ταυτὶ τὰ τὴν μηλίδα τρίβοντα; πάνυ σοι προσεῖχε τὸν νοῦν σιωπῶντι, καὶ τὴν πορφύραν ἐθαύμαζε καὶ τὰ χρυσία: νῦν δέ σου καταγελᾷ περὶ ὧν οὐ μεμάθηκας ἀρξαμένου λαλεῖνκαὶ Σόλων, Κροίσου περὶ εὐδαιμονίας πυνθανομένου , Τέλλον τινὰ τῶν οὐκ ἐπιφανῶν Ἀθήνησι καὶ Κλέοβιν καὶ Βίτωνα ἀπέφηνεν εὐποτμοτέρους. οἱ δὲ κόλακες τοὺς βασιλεῖς καὶ πλουσίους καὶ ἄρχοντας οὐκ ὀλβίους μόνον καὶ [p. 142] μακαρίους ἀλλὰ καὶ φρονήσει καὶ τέχνῃ καὶ ἀρετῇ πάσῃ πρωτεύοντας ἀναγορεύουσιν.


εἶτα τῶν μὲν Στωϊκῶν οὐδ᾽ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται, καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων, 62 ὥσπερ Κρίσων Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, δ᾽ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δ᾽ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δ᾽ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς διδάσκαλος ἐπαινῶν καὶ προσπαλαίων ὑποκατακλινόμενος, δ᾽ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἄρχων πλούσιος πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνοςεἰ 63 τὸν ἀγρὸν ἔμελλεν 64 ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτ᾽ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδ᾽ ἄνθρωπος 65 ἄτοπος ἂν ἐπαίνων 66 εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ πάμφορος’.67 μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρ᾽ ἀξίαν ἐπαινοῦντες.


ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων: ἐφεξῆς [p. 143] δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος; θιγεῖν ἀλλ᾽ ἀφῆκεν, οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίας
βριθὺ μέγα στιβαρὸν
68
καταλείπειν ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύγοντες τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι καὶ παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ πρᾶγμα καὶ κολακεύουσιν ἐσκυθρωπακότες καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ Μενάνδρου Ψευδηρακλῆς πρόσεισι ῥόπαλον 69 οὐ στιβαρὸν κομίζων οὐδ᾽ ἰσχυρὸν ἀλλὰ χαῦνόν 70 τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος παρρησίαν φανεῖσθαι πειρωμένοις 71 μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις δρῶσαν, δοκοῦντα ταῖς κεφαλαῖς ἀντερείδειν καὶ ἀντέχειν ἐνδίδωσι καὶ ὑπείκει μᾶλλον ὥσπερ κίβδηλος αὕτη παρρησία κενὸν ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξήρθη καὶ ᾤδησεν, ἵνα συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται τὸν καταφερόμενον εἰς αὐτήν. μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ παρρησία τοῖς: ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ κηδεμονικὸν τὸ [p. 144] λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα δάκνουσα καὶ καθαίρουσα, τἄλλα δ᾽ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς ἴδιος ἔσται λόγος. δὲ κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς εἶναι καὶ περισπερχὴς καὶ ἀπαραίτητος ἐν τοῖς πρὸς ἑτέρους οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μηδένα θαυμάσαι μηδὲ σεμνῦναι τῶν ἐκτὸς ἀλλ᾽ ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς οὐδὲ ποιήσας οὐδὲν οὐδ᾽ εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα κουρᾶς ἀμπεχόνης κυνός τινος ἵππου μὴ κατ᾽ ἀξίαν ἐπιμελόμενον: 72 γονέων δὲ ὀλιγωρία καὶ παίδων ἀμέλεια καὶ ἀτιμία γαμετῆς καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς αὐτόν, ἀλλ᾽ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης ἐῶν μεθύειν καὶ ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ στλεγγίδος, γραμματικὸς ἐπιπλήττων παιδὶ περὶ δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρίζοντος οὐ δοκῶν ἀκούειν. τοιοῦτος γὰρ κόλαξ, οἷος ῥήτορος; φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν πρὸς τὸν [p. 145] λόγον, ἀλλὰ περὶ τῆς φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει ψυχροποτῶν, καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γραφέα μιαρὸν καὶ ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν ἀπέτεινον ὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος 73 καὶ τελοῦντος 74 οὐδεὶς ἐνέστη τῶν τοσούτων. ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος; ἰατρικῷ σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδ᾽ ἀλγοῦντα προσφέρουσιν.


ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ φθόνου καὶ λύπης ἐξέκραγεν τῆς πολλῆς ἀτοπίας,’ ἐπιστρέψαντος; δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καίτί δὴ σὺ λέγεις;εἰπόντοςὁμολογῶφησὶν ἄχθεσθαικαὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας ἅπαντας ὁμοίως κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας: καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας.’ Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδ᾽ [p. 146] ἀποσιωπᾶν τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως, γενομένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος, ‘ἄκουσονἔφηΚαῖσαρ. σοι πάντες ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθ᾽ ἡμέραν οὔτε νυκτὸς ἀναπαυόμενος.'’ πολλὰ δ᾽ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆροναὕτη τοῦτον παρρησία τὸν ἄνθρωπον ἀποκτενεῖ75


καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δ᾽ ἢδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν ὥσπερ Ἱμέριος κόλαξ τῶν πλουσίων τινὰ τὸν 76 ἀνελευθερώτατον καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν τέκνων τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα Τίτος Πετρώνιος τοὺς ὠμῶς καὶ ἀγρίως προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις καὶ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, καὶ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων ὡς νόσημα τοῦτ᾽ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν [p. 147] καὶ μηδενὸς ἀξίους. ‘τίς γὰρ οὗτός ἐστιν τί λαμπρὸν εἴρηκεν πεποίηκε;μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους γονέων ὑπερφρονοῦντας 77 πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτ᾽ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς;. ‘οὐ γὰρ αἰσθάνῃ σαυτοῦκαὶσὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς.'’ ἂν δὲ πρὸς ἑταίραν μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ: ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ 1 ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νεμεσητὰ ποιοῦντος:
δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.
78
οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπ᾽ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. ‘ μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην καὶ διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη , σχῆμα παλλακίδος ἔχουσα:
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί
79
καὶ περιορᾷς αὐτὴν ἀνιωμένην δ᾽ ἡδέως ἐλεγχόμενος ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος. ἔοικε γὰρ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν, [p. 148] ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ δι᾽ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδ᾽ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων τύραννος, τῶν δ᾽ ἡμέρων κόλαξ. ἀληθέστερον γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἣμεροι μὲν εἰσιν , οἱ περὶ τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν , δ᾽ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.


εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν ἀεὶ ὅτι τῆς ψυχῆς τὸ μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δ᾽ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν, μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων ἔστιν μήθ᾽ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ 80 [p. 149] νεύροις τινὰ τόνον μυελοῖς προστίθησιν, ἀλλ᾽ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως τοῦ: κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, ἀλλ᾽ ἡδονήν τινα τιθασεύων ἔρωτος θυμὸν ἐντείνων ἀνόητον διερεθίζων φθόνον φρονήματος ὄγκον ἐμποιῶν ἐπαχθῆ καὶ κενὸν λύπῃ συνεπιθρηνῶν τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι 81 δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος; δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. ‘ ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. ὑπονοεῖς; πίστευσονἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη, διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν παρέξει μᾶλλον, ὅμοιος ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς πλησμονῆς γενόμενον καὶ διστάζοντα περὶ λουτροῦ καὶ τροφῆς; μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν πλοῦν τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους πέμψαντας ἕτερον. ἂν δ᾽ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι [p. 150] ῥοπῇ προστιθεὶς ἑαυτὸν κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις 82 παρρησιαζόμενος. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.


ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἢδη: καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν καὶ ἀσάφειαν κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατ᾽ Εὐριπίδην 83 καὶ ἀφελὴς καὶ ἄπλαστος, δὲ τοῦ κόλακος ὄντως
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν
καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν ταῖς ἀπαντήσεσιν μὲν φίλος ἔστιν ὅτε μήτ᾽ εἰπὼν μήτ᾽ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι καὶ δεξάμενος παρῆλθεν, δὲ κόλαξ τρέχει καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν 84 προσαγορευθῇ πρότερον ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ [p. 151] πολυπραγμονοῦντες οὐδέν, οὐδ᾽ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλ᾽ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δ᾽ ὅλως ἐξαθυμῶν καὶ ποτνιώμενος.


ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλ᾽ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων. 85 οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί,
86
κόλακος δὲ ταύτην
αὔδα τι φρονέεις
87
καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν
ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε,
88 ἂν μὴ ποιήσω πέπονα μαστιγῶν 89 ὅλον,
ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον
τὸ πρόσωπον
ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται 90 σύμβουλος πρότερον, ἀλλ᾽ ὅταν δοκιμάσῃ καὶ. συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον τὸ συμφέρον δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ [p. 152] πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν. 91 οὐδεὶς γάρ ἐστι ῥᾳδίως πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν
ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται,
92 πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ
φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ,
ἀλλ᾽ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων θεάτρου συνεπικροτοῦντος. ὅθεν μὲν τραγικὴ Μερόπη παραινεῖ
φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις
93 κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης,
οἱ δὲ τοὐναντίον δρῶσι, ‘ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοιςἀλλ᾽ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος ἀφοσιοῦνται, ‘ τοὺς δὲ πρὸς χάριν πονηροὺςκαὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνονκλῄθρων καὶ στέγηςἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. ὧν μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδ᾽ ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλ᾽ ὑπουργὸς καὶ διάκονος, δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δ᾽ οὐδέν: ἂν δ᾽ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, ‘ Ἡράκλεις, ἔφθης μεφησὶμικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελλονὡς γὰρ οἱ μαθηματικοὶ τὰς [p. 153] ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθ᾽ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατὰ εἰσιν, οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον , ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας. μὲν γὰρ παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε , καὶ φίλος ὠφέλησεν ἐντυχὼν διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίονἐνταῦθα μένεἶπενοὐδὲν τὰ Ἐμπεδοκλέους 94 στοιχεῖα ταυτὶ
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος
ἀλλ᾽ οὐδὲ κατάκεισαι σὺ δεξιῶς,’ ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον. ὡς οὖν διακονοῦσα πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνοςἈρκεσιλάουεἶπετοῦτο τὸ κλέμμακαὶ μὴν ἐοικότα γε τέκνα φύεται γονεῦσιν ἐν φιλοσοφίᾳ. Λακύδης γοῦν Ἀρκεσιλάου γνώριμος ἀπ᾽ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν [p. 154] ἄλλων φίλων παρειστήκει. τοῦ δὲ: κατηγόρου τὸν δακτύλιον αἰτήσαντος, μὲν ἡσυχῇ παρακαθῆκεν, αἰσθόμενος δ᾽᾽ Λακύδης ἐπέβη τῷ ποδὶ καὶ ἐπέκρυψεν ἦν γὰρ ἔλεγχος ἐν ἐκείνῳ. μετὰ δὲ τὴν ἀπόφασιν τοῦ Κηφισοκράτους δεξιουμένου τοὺς δικαστὰς εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγήσατο, τοῦ Λακύδου πρὸς μηδένα φράσαντος οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ λανθάνοντας, αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ ποιεῖν φύσιν ἔχοντας; ἣδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει δίκαιον οὐδ᾽ ἀληθινὸν οὐδ᾽ ἁπλοῦν οὐδ᾽:' ἐλευθέριον, ἀλλ᾽ ἱδρῶτα καὶ κραυγὴν διαδρομὴν καὶ σύντασιν προσώπου. ποιοῦσαν ἔμφασιν καὶ δόκησιν ἐπιπόνου χρείας καὶ κατεσπευσμένης, ὥσπερ ζῳγράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ κεκλασμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς ἐπ᾽ αὐτῷ καὶ φροντίδας, εἶτ᾽ ἀπεχθείας πρὸς ἑτέρους εἶτα πράγματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστ᾽ εἰπεῖν οὐκ ἄξια ταῦτ᾽ ἐκείνων: πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις ἐπαχθὴς καὶ ἄχαρις: καὶ οὐκ ἀνεκτὴ , ταῖς; δὲ: τῶν κολάκων οὐχ ὕστερον ἀλλὰ πραττομέναις ἔνεστιν εὐθὺς τὸ ἐπονείδιστον καὶ δυσωποῦν. δὲ φίλος, ἂν 95 εἰπεῖν δεήσῃ τὸ πρᾶγμα; μετρίως ἀπήγγειλε, περὶ αὑτοῦ δ᾽ εἶπεν οὐδέν. δὴ καὶ Λακεδαιμόνιοι Σμυρναίοις δεομένοις σῖτον πέμψαντες, ὡς ἐθαύμαζον [p. 155] ἐκεῖνοι τὴν χάριν, ‘οὐδὲνἔφασανμέγα μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων:ν ταῦτ᾽ ἠθροίσαμεν ’ . οὐ γὰρ μόνον ἐλευθέριος τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν ἡδίων, ὅτι τοὺς ὠφελοῦντας οὐ μεγάλα βλάπτεσθαι νομίζουσιν.


οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν τῷ καλῷ τῆς χρείας αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ὠφέλειαν. μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δ᾽ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων:
συσσωφρονεῖν γάρ , οὐχὶ συννοσεῖν ἔφυ.
96
μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, ‘ον᾽ οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,’ τουτέστι καὶ φίλῳ καὶ μὴ,φίλῳ. : συνεργεῖν γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν; καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν; καὶ συμμαρτυρεῖν: μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία συναδικεῖν. οὐδὲ γὰρ: τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε: δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπ᾽ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως φίλος, ἄν τις δαπάνην [p. 156] κίνδυνον πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος. ἀλλ᾽ γε κολακεία τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές: ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται δεινὸν οὐδ᾽ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς κύων, οὐδὲ βαστάζειν ὡς ἵππος, οὐδ᾽ ἀροῦν τὴν γῆν ὡς οἱ βόες: ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς: καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα: προσταττόμενος γὰρ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.


οὐχ ἥκιστα δ᾽ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ [p. 157] φίλου διαφέροντα. τῷ μὲν γὰρ ἣδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται: κοινὰ γὰρ τὰ φίλων ἡγούμενος οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους ὑπάρχειν: δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος; ὤν , ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπ᾽ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων, 97 ἀλλὰπαρὰ χρυσὸν ἑφθόν,’ 98 ὥς φησι Σιμωνίδης, 99ἀκήρατον οὐδὲ μόλυβδον ἔχων’.100 ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος 101 καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλ᾽ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζῳγραφήσαντι τοὺς ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξ ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν ἂν δὲ μὴ δύνηται, φανερῶς, μὲν ὑποσαίνει καὶ περιέπει καί τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δ᾽ ὑφίησί τινας καὶ 25ὑποσπείρει διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δ᾽ Μήδιος τοῦ [p. 158] περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος καὶ σοφιστὴς κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ τὸ ἕλκος δεδηγμένος, οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν: Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις 102 καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττόμενον ὑπ᾽ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς ἐπιβουλεύουσι, τὸ δ᾽ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ δι᾽ εὐτυχίαν δι᾽ εὐφυΐαν 103 ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν. ἐστιν.


ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευσάμεθα καὶ νῦν παρακελευόμεθα τὸ φίλαυτον ἐκκόπτειν ἑαυτῶν καὶ τὴν οἴησιν: αὕτη γὰρ ἡμᾶς προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ πειθόμενοι τῷ θεῷ καὶ τὸγνῶθι σαυτὸνὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ [p. 159] παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς: κόλαξιν ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος: περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος: ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν ἰδίων αἰσχρὰ καὶ λυπηρὰ καὶ ἀτελῆ καὶ ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ κατευλογοῦντος δεομένους, ἀλλ᾽ ἐλέγχοντος καὶ παρρησιαζομένου καὶ ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας.-. ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν εἰσιν οἱ παρρησιάζεσθαι μᾶλλον χαρίζεσθαι τοῖς; φίλοις τολμῶντες: ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ ῥᾳδίως; ἂν εὕροις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλ᾽ οἰομένους, ἂν λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καίτοι καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ παρρησιάζεσθαι μὴ τυχόντι καιροῦ τὸ λυπεῖν ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετ᾽ ἀλγηδόνος ποιεῖ μεθ᾽ ἡδονῆς τὸ κολακεύειν. βλάπτονται γὰρ οὐκ ἐπαινούμενοι μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι: καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν εὐλήπτους καὶ πλαγίους παραδίδωσιν , ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ τὴν παρρησίαν ἤθει κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφαιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς ὥσπερ [p. 160] φωτός, ἵνα μὴ ταραττόμενοι μηδ᾽ ἀλγοῦντες ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν τοῦ κόλακος σκιάν, καὶ πρὸς τὸ μὴ λυποῦν ἀποστρέφωνται. πᾶσαν μὲν γάρ, Φιλόπαππε , κακίαν φευκτέον ἐστὶ δι᾽ ἀρετῆς, οὐχὶ διὰ τῆς ἐναντίας κακίας , ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν ἀναισχυντίᾳ φεύγειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μαλακίας ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας καὶ θρασύτητος. ἔνιοι δὲ καὶ δεισιδαιμονίας ἀθεότητα καὶ πανουργίαν ἀβελτερίας ἀπολόγημα ποιοῦνται, καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν εἶναι, καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ περιπεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ μηδέτερον παθεῖν ἀλλ᾽ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν ἐκ τοῦ μετρίου λαβεῖν, αὐτὸς ἔοικεν λόγος τὸ ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι.


': : ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν [p. 161] ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες; ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπ᾽ εὐνοίας ἀλλ᾽ ὑπ᾽ ὀργῆς οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος; γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν εἶναι. φιλικὸν γὰρ παρρησία καὶ σεμνόν, δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα μετρίως οὐχ ὑπέμεινε, τοῦ δ᾽ Ὀδυσσέως: καθαπτομένου πικρῶς καὶ λέγοντος
οὐλόμεν᾽, %2᾿θ᾽ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
104 σημαίνειν
εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ ἔχων ἰδίας πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος δὲ δι᾽ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν Ἀχιλλεύς, καίπερ οὐ γλυκύθυμος ὢν οὐδ᾽ ἀγανόφρων ἀλλὰ
δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι
105
παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα
νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς
106 οὐδὲ Θέτις μήτηρ: γλαυκὴ δέ σε τίκτε θάλασσα
πέτραι τ᾽ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής
ὥσπερ γὰρ Ὑπερείδης ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλ᾽ εἰ προῖκα πικρός, οὕτως τοῦ φίλου νουθεσία καθαρεύουσα [p. 162] παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ ἀναντίβλεπτον. ἐὰν δὲ δὴ καὶ 107 φανερός τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ δάκνων ἐφ᾽ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος τόνος τῆς παρρησίας οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθετοῦντος ἐπιτείνων τὸ πικρὸν καὶ αὐστηρὸν τῆς νουθεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς ὀργαῖς καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις 108 καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας: εἶθ᾽: μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. ‘εἴ τινα αἴσθοιο, Διονύσιε, δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακὸν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρ᾽ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπαλλαγέντα;’ ‘ πολλοῦ δέωεἶπεν Διονύσιος Πλάτων δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν’ ‘ εἰ τοίνυνεἶπεν Πλάτωνἐπ᾽ εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι [p. 163] γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλιγώρως;ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν οὗτος, ‘Αἰσχίνηςεἶπενἀνὴρ τῷ τε ἤθει παρ᾽ ὁντινοῦν τῶν Σωκράτους ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορ θοῦν οἷς συνείη: 109 πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληταιταῦθ᾽ οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, τοῦ δ᾽ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι.


δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν. ὥσπερ γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ 110 διαφθείρει καὶ ἀπόλλυσιν. ὃθεν μὲν ψάλτης οὐκ ἀπιθάνως οὐδ᾽ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ κρουμάτων διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼνμὴ γένοιτὸ σοι οὕτως βασιλεῦ κακῶς, ἵν᾽ ἐμοῦ ταῦτα σὺ 111 βέλτιον εἰδῇς. ’ Ἐπίχαρμος δ᾽ οὐκ ὀρθῶς, τοῦ [p. 164] Ἱέρωνος ἀνελόντος ἐνίους τῶν συνήθων καὶ μεθ᾽ ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον αὐτόν, ‘ἀλλὰ πρῴηνἔφηθύων τοὺς φίλους οὐκ ἐκάλεσαςκακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυσίῳ ζητήσεως οὔσης καὶ λόγουποῖος χαλκὸς ἄριστος, ‘’ ἐκεῖνοςεἶπεν, ‘ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας.’ οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλ᾽ ἔστι κακοηθείᾳ καὶ ὕβρει μεμιγμένης; ἀκρασίας μετ᾽ ἔχθρας τὸ τοιοῦτον εἶδος, χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι. καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδ᾽ ἡντινοῦν σπουδὴν
ἀλλ᾽ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν
112
αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον αὐστηρὰ 113 καὶ πολιτικὰ 114 πεποίητο: 115 συμμεμιγμένον δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις: δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δ᾽ [p. 165] ὑπὲρ μειζόνων , καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον, εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος κινῶν ἐν παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ πρόσωπον , ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ 116 θεῷ καὶλύοντι τὸ τῶν δυσφόρων 117 σκύνιον 118 μεριμνᾶν119 κατὰ Πίνδαρον.120 ἔχει δὲ καὶ κίνδυνον ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς; ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον οὐδὲ θαρραλέον ἀλλ᾽ ἄνανδρον ἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν.


ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτ᾽ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, ἀλλ᾽ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δ᾽ ἀσθένειαν, [p. 166] οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ 121 λέγοντι
ὅταν δ᾽ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν: οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. ὅταν δ᾽ δαὶμων καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλ᾽ ὡς ἀληθῶς ἐν ταῖς τοιαύταις μεταβολαῖς
εἰς ὄμματ᾽ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
122
παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον Ξενοφῶν 123 ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας. δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδ᾽ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδ᾽ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δ᾽ ἀργίαν καὶ ἀγυμνασίαν [p. 167] καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους: νοσοῦντι δ᾽ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας; καὶ δι᾽ ὄψα καὶ γυναῖκας. τῆς ἀκαιρίας, ἄνθρωπε: διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, ἀλλ᾽ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλ᾽ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθ᾽ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ καὶ Δημήτριος Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος: ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι κακὸν οὐδ᾽ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας; πρὸς τοὺς φίλους εἶπεφεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν δι᾽ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν
λυπουμένῳ 124 γὰρ 125 μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα.
Οὗτος τρόπος τῶν γενναίων φίλων: οἱ δ᾽ ἀγεννεῖς καὶ ταπεινοὶ τῶν εὐτυχούντων κόλακες, ‘ὥσπερ τὰ [p. 168] ῥήγματα καὶ τὰ σπάσματάφησι Δημοσθένηςὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι,’ καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν οἷς δι᾽ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ
οὔ τι καθ᾽ ἡμέτερόν γε νόον: μάλα γάρ τοι ἔγωγε
126 πόλλ᾽ ἀπεμυθεόμην


ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς ὀργῆς ὕβρεως ἐπιλαβέσθαι φερομένης οἱ καιροὶ παρακαλῶσιν κολοῦσαι φιλαργυρίαν ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιάζετο Σόλων πρὸς Κροῖσον ὑπ᾽ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν κελεύσας: οὕτω Σωκράτης Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε. 127 τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος, ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους ἐπέστρεφε διὰ τὸ κάλλος τῶν πράξεων καὶ τὸ μέγεθος, παρακελευομένου φυλάττεσθαι καὶ δεδιέναι τὴναὐθάδειαν, 128 ὡς ἐρημίᾳ ξύνοικονἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ πολὺς αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλ᾽ ὁρᾶν ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίανεὐκλεᾶ θήσει129 τὴν Ἀκαδήμειαν. Εὖκτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως:, εὐτυχοῦντι, μὲν ἀεὶ πρὸς [p. 169] χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες ὥσπερ οἱ λοιποὶ παρηκολούθουν: ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε καὶ ἔφυγε, προσπεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνησκον ὧν ἐξήμαρτεν παρεῖδεν, ἕκαστον ἐξονειδίζοντες, ἄχρι οὗ διαλγήσας ἄνθρωπος ὑπὸ λύπης καὶ ὀργῆς ἀμφοτέρους τῷ ξιφιδίῳ παίων ἀνεῖλεν.


μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός: οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι τὸν κηδόμενον φίλων 130 ἀλλὰ χρῆσθαι: καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος; ὁμοίων ἐφ᾽ ἑτέροις ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθ᾽ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν Φίλιππος; ἦν: ἀσπασαμένου δ᾽ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθηπάνυ γοῦν Φίλιππε καλὸν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δ᾽ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχονοίας γέμουσανεὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, δ᾽ ἀγνοῶν ἠρώτησεν εἰ κατάσκοπός ἐστι, ‘πάνυ μὲν οὖνἔφηκατάσκοπος Φίλιππε τῆς 131 ἀβουλίας σου καὶ τῆς ἀνοίας, δι᾽ ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων [p. 170]Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον:


ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπ᾽ ἄλλων λοιδορηθέντες ἐφ᾽ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. χρῷτ᾽ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δ᾽ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, 132 ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. ‘ ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν, 133 ἂν ἀφῇς; ταῦτα καὶ ῥίψῃς ἐφ᾽ οἷς κακῶς ἀκούεις;γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δ᾽ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις: κατηγοροῦσι γὰρ ἑτέρων πράττοντας; ἐκείνους ἴσασιν. δ᾽ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,


ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ τοῦ Πλάτωνος. ἐπεὶ γὰρ Σωκράτης ἣψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, ‘οὐκ ἄμεινον ἦν Πλάτων ἔφη ἰδίᾳταῦτα λελέχθαι;καὶ Σωκράτης; ‘σὺ δ᾽ οὐκ ἄμεινονεἶπενἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτ᾽ εἰπών;[p. 171] Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλου νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν μηδ᾽ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον πιέζει κατ᾽ Εὐριπίδην, 134 ἀλλ᾽ ἂν νουθετῇ τις ἐν πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος; εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν Πλάτων 135 τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς νέους,: οὕτω τῶν φίλων δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετ᾽ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι,
136
ἣκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος [p. 172] γνωρίμων διδάσκαλον ἀποκαλύπτειν: ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρ᾽ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε 137 διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ βασιλέως καὶ λέγουσινεἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτ᾽ ἐγκαλεῖν φησιν ὅτι
ξένων παρόντων τὴν πόλιν κακῶς λέγει
καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλ᾽ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν ὅπερ Θουκυδίδης 138 τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡςἄξιοὶεἰσιν ἑτέροιςἐπενεγκεῖν ψόγον,’ οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι: παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτ᾽ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον. [p. 173] γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ
ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων
139


οὐ μὴν ἀλλ᾽ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον: ἐφ᾽ λέλεκται καὶ τὸ
Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
καὶ τὸ
'νῦν δ᾽ οὐδ᾽ ἑνὸς ἄξιοί εἰμεν
Ἕκτορος
καὶ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδ᾽ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετ᾽ ἐκείνων οἰόμενος; δεῖν ἀρετῆς; ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς καὶ ἀπαθής, ἂν μὴ πολὺ καθ᾽ ἡλικίαν προήκων μηδ᾽ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχὴ [p. 174] ματα, δι᾽ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος,
ὡς μὴ πατροφόνος μετ᾽ Ἀχαιοῖσιν καλεοίμην,
140
ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν ὑπ᾽ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δ᾽ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτ᾽ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων παραμιγνύμενος ἐλαφρὸς; ἔπαινος, ὥσπερ ἐν τούτοις
ὑμεῖς δ᾽ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς
141 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ᾽ ἂν ἔγωγε
ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη
λυγρὸς ἐών: ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι
καὶ
Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ
142 καὶ κλέος, οὒ τίς τοι ἐρίζεται ἐνθάδε γ᾽ ἀνήρ;
σφόδρα δ᾽ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους παι
δ᾽ Οἰδίπους ποῦ καὶ τὰ κλείν᾽ αἰνίγματα;
143
πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
144
οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν, 145 ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ [p. 175] παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δ᾽ ἑτέρους οἷον ἥλικας πολίτας συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν μετ᾽ ὀργῆςτί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα;φυλακτέον οὖν ἑτέρους 146 ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων
ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς,
147
καὶ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς
σὺ δ᾽, τὸ λαμπρὸν φῶς καταισχύνων γένους,
ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
148


ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν: ταχὺ γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ φέροντος τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον: ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλ᾽ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδ᾽ ὀργῆς.


ἔτι τοίνυν μὲν Θουκυδίδης 149 φησὶνὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς [p. 176] βουλεύεται:’ τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δ᾽ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται τὸ συνεχὲς καὶ φιλαίτιον: 150 ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένονοὐκ ἔστι σοιεἶπεν τᾶν περὶ παρωνυχίας λόγος.’ οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντατί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν ἄνθρωπός ἐστιν151 γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν: δ᾽ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν οὐδὲ παισὶν ἀνεκτὸς οὐδ᾽ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος.


ἐπεὶ δ᾽ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ [p. 177] κατ᾽ Εὐριπίδην 152 οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον: εἶθ᾽ ὥσπερ σίδηρος πυκνοῦται τῇ περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν. δίδωσι γὰρ καιρὸς εἰπεῖν ἆρ᾽ ἄξιον ἐκεῖνα τούτοις παραβάλλειν; ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτ᾽ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτ᾽ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας: ἐκεῖνα δ᾽ ἀποδιοπομπητέον
εἰς ὄρος ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης
153
ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτ᾽ ἂν ὕπνῳ καὶ τροφῇ μᾶλλον καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἣκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετ᾽ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτ᾽ ἀρνουμένους δεῖ πικρῶς ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος αἰτίας ἀφισταμένοις 154 αὐτοὺς ἐνδιδόναι μετριωτέραν, ὡς Ἕκτωρ [p. 178]
δαιμόνι᾽, οὐ μὲν καλὰ χόλον τόνδ᾽ ἔνθεο θυμῷ
155
πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλ᾽ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα Νέστωρ
σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
156 εἴξας.
ἠθικώτερον γὰρ οἶμαι τοῦἠδίκησαςκαὶἠσχημόνησαςτὸοὐκ 157 ἐπέστησαςκαὶἠγνόησας158, καὶ τὸμὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν τὸμὴ φθόνει τῷ ἀδελφῷκαὶ τὸφύγε τὴν γυναῖκα διαφθείρουσαν τὸπαῦσαι τὴν γυναῖκα διαφθείρων.’ τοιοῦτον γὰρ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, δὲ πρακτικὴ 159 τὸν ἐναντίον. ὅταν γὰρ μέλλοντας; ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς 160 ὁρμήν τινα βίαιον ἐνισταμένους 161 ἐξ ἐναντίας φερομένην πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας: ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὒ φησιν ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλ᾽
ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια
162 δέδοικας,
καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ ἀποπλεῖν λέγοντος
ἐγᾦδ᾽ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς,
ἀλλ᾽ ἐγγὺς Ἕκτωρ ἐστί: οὐ μένειν καλόν
[p. 179] τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δ᾽ ἐλευθέριον καὶ μεγαλοπρεπῆ μικρολογίας καὶ φιλαργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ καλὰ καὶ τῶν αἰσχρῶν ἀπελαύνουσι, μέτριοι μὲν ἐν τοῖς ἀνηκέστοις ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι καὶ συνεχεῖς ὄντες οὗτος γὰρ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατ᾽ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς διαπύρους ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δ᾽ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθόμενον μετανοεῖν ἁμαρτάνοντα διὰ τσὺς κακῶς λέγοντας. καὶ διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρρησίαν φιλοτεχνεῖν, ὅσῳ μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη.


ἐπεὶ τοίνυν, ὥσπερ εἴρηται, πολλάκις παρρησία τῷ θεραπευομένῳ λυπηρὰ πέφυκε, δεῖ μιμεῖσθαι τοὺς ἰατρούς οὔτε γὰρ ἐκεῖνοι τέμνοντες ἐν τῷ πονεῖν καὶ ἀλγεῖν καταλείπουσι τὸ πεπονθός, ἀλλ᾽ ἐνέβρεξαν προσηνῶς καὶ κατῃόνησαν, οὔθ᾽ οἱ νουθετοῦντες ἀστείως τὸ πικρὸν καὶ δηκτικὸν προσβαλόντες ἀποτρέχουσιν, ἀλλ᾽ ὁμιλίαις ἑτέραις καὶ 12: [p. 180] λόγοις ἐπιεικέσιν ἐκπραΰνουσι καὶ διαχέουσιν, ὥσπερ οἱ λιθοξόοι τὰ πληγέντα καὶ περικοπέντα τῶν ἀγαλμάτων ἐπιλεαίνοντες καὶ γανοῦντες;. δὲ πληγεὶς μὲν τῇ παρρησίᾳ καὶ χαραχθείς, ἀφεθεὶς δὲ τραχὺς καὶ οἰδῶν καὶ ἀνώμαλος ὑπ᾽ ὀργῆς δυσανάκλητος αὖθίς ἐστι καὶ δυσπαρηγόρητος. διὸ καὶ τοῦτο δεῖ παραφυλάττειν ἐν τοῖς μάλιστα τοὺς νουθετοῦντας καὶ μὴ προαπολείπειν, μηδὲ ποιεῖσθαι πέρας ὁμιλίας καὶ συνουσίας τὸ λυποῦν καὶ παροξῦνον τοὺς συνήθεις.

1 Πλάτων] Legg. p. 731 d e

2 Πλάτωνα] Legg. p. 730 c

3 Σιμωνίδης] Bergk. 3 p. 393

4 βλάπτῃ - διαβάλλῃ H: βλάπτοι διαβάλλοι

5 Hesiod. Theog. 64

6 Εὐριπίδην] Ion. 732

7 οὐ πῦρ] p. 778 e: οὔτε πῦρ. Cf. Meinek. II p. 487

8 ἐπι] τὴν ἐπὶ τὸ H

9 Πλάτων] Rep. p. 361 a

10 ἐρρέτω] Nauck. p. 696

11 Nauck. p. 696

12 Πλάτων] Phaedr. p. 239 d

13 Nauck. p. 696

14 μετερώμενον Lobeckius: μεταιρόμενον

15 Eur. Hipp. 218

16 εἴ τε H: εἰτε

17 Homer. Χ 1

18 καὶ τὰ τῶν δημαγωγῶν] del. H. τῶν δημαγωγῶν Sauppius. Mihi sana videntur

19 ἑτερον] del. Hirschigius

20 ξεῖνε φάνης Homerus π 181: ξεῖν᾽ ἐφάνης

21 μὲν] μὲν γὰρ?

22 Σοφοκλέα] Antig. 533

23 ἀναφαίνουσιν H malim εἶναι τὸ αἰσχρὸν

24 ζηλοῦντες R: ζητοῦντες

25 Meinek. II p. 489. Bergk. 3 p. 669

26 μετ᾽] παρ᾽ Herwerden.

27 Meinek. II p. 489

28 Bergk. 3 p. 736

29 R:

30 Homer. Λ 643

31 id. δ 178

32 Duebnerus: καὶ

33 Nicander Ther. 64

34 μεγαλύνων H: μεγαλύνων ἀεὶ

35 Homer, Θ 281

36 id. K 243

37 id. H 109

38 Βάτωνι Meinekius: βάτῳ

39 φαίνωνται H: φαίνοιντο

40 Θουκυδίδης] III 82

41 Πλάτων] Rep. p. 474 e

42 ποίημα Plato: προσπόημα

43 χαράξεις L. Dindorfius

44 πράγματα] παίγματα H

45 τινὸς ] τινὸς

46 Ἀλεξάνδρου - πέπωκας Menander apid Meinek. IV p. 152: ἀλεξάνδρου τοῦ βασιλέως πλεέον πέπωκας

47 γελῶ τὸ Cobetus: γέλωτι

48 ἐννοούμενος id.: ἐνηθούμενος

49 Meinek. IV p. 153

50 αὐτῷ] αὐτοῖς R

51 ἑλὼν Courierus: ἔχων

52 κάν scripsi: καὶ

53 τε H: δὲ

54 εὐδοκιμοῦσιν οἱ H: εὐδοκιμοῦσι

55 ἄνθρωπος H

56 Homer, K 249

57 ποῖ H: ποῦ

58 Eurip. Alc. 1159 et passim

59 ἐκτάττοντα] πλάττοντα Hirschigius

60 ἀποδεχόμενος ρ

61 Nauck. p. 297

62 θέοντος H

63 εἰ] εἴ τις Meziriacus

64 ἔμελλεν ?

65 ἀνθρωπους Dobraeus

66 ἐπαινῶν?

67 πρόσφορος Iaegerus

68 Homer. Π 131

69 ρ9όπαλον] Meinek. IV p. 225

70 κενόν Winckelmannus

71 πειρωμένοις] sc. ἡμῖν

72 post ἐπιμελόμενον lacunam indicavit H

73 ἀποτυμπανίζοντος H

74 τελοῦντος] στρεβλοῦντος Gatakerus

75 οὐκ ἀποκτενεῖ Sauppius

76 τὸν add. H

77 ὑπερόπτως W

78 Nauck. p. 32

79 Homer. κ 329

80 μηδὲ H: μήτε

81 προσθέσεσι Emperius

82 ἐκβάσεις]ἐντάσεις W

83 Εὐριπίδην] Phoen. 472

84 ἂν] κὰν H

85 τῶν δεομένων] τοῦ δέοντος Meziriacus

86 Homer. Ξ 196. Σ 427 ε 90

87 id. Ξ 195. Σ 426. ε 89

88 Meinek. IV p. 669

89 μαστιγῶν] μαστίγου μ᾽ Madvigius

90 γεγένηται Pflugkius: γένηται vel γίγνεται

91 τὴν ἐπιθυμίαν Pflugkius: τῇ ἐπιθυμίᾳ

92 Nauck. p. 386

93 id. p. 373

94 Εμπεδοκλέους] Mullach. vol. 1 p. 3

95 ἂν H: κἂν

96 Eur. Iph. A. 407

97 οἰχνέων id.

98 Bergk. 1 p. 450

99 Σιμωνίδης] id. 3 p. 417

100 ἑφθόν - ἔχων] ἀκήρατον ἑφθόν Οὑλομόλυβδος ἐών id.

101 ἐπίτηκτος Iacobsius:ἐπίκτητος

102 Ἀγησίαις] Ἄγισι W

103 δι᾽ εὐφυίαν] del. W

104 Homer. Ξ 84

105 id. Λ 652. N 775

106 id. Π 33

107 δὴ καὶ] δὴ

108 ὑποψίαις Graeco-Latina a. 1624: ὑπεροψίαις

109 συνείη] ἂν συνῂ

110 πάνυ] πάντα R

111 σὺ ταῦτα H ex p. 634 d

112 Homer. B 215

113 αὐστρηρῶς H

114 πολιτικὰ] πληκτικῶς H

115 ἐπεποίητο H

116 Λυαίῳ W: Λυδίῳ

117 δυσφόρων] δυσφρόνων Nauck.

118 σκύνιον idem: σχοινίον

119 μεριμνᾶν idem: μεριμνῶν

120 Πίνδαρον] Bergk. 1 p. 460

121 Εὐριπίδῃ Or. 667

122 Eurip. Ion 732

123 Ξενοφῶν] Anab. II 6, 11

124 λυπουμένῳ] Nauck. p. 524

125 γὰρ] μὲν H

126 Homer. I 108

127 ἔστρεφε H: ἀνέστρεφε

128 αὐθάδειαν] Plat. Ep. IV p. 321 b

129 εὐκλεᾶ θήσει] Eurip. Phoen. 1732

130 φιλων R: φίλον

131 τῆςadd. H

132 αὑτῷ scripsi: αὐτῷ

133 προσειπεῖν] προφέρειν R. Malim προσεπειπεῖν

134 εὐριπίδην] Nauck. p. 449

135 Πλάτων] Legg. p. 729 c

136 Homer. α 157

137 παρώξυνε H: παροξύναι

138 Θουκυδίδης] I 70

139 Nauck. p. 545

140 Homer. I 461

141 id. N 116

142 id. E 171

143 Eurip. Phoen. 168

144 id. Herc. f. 1250

145 κολαστικόν scripsi: κελευστικόν

146 εΤέρους] τὸ ἑτέρους R

147 Homer. E 800

148 Nauck. p. 653

149 Θουκυδίδης] II 64

150 καὶ φιλαίτιον] τοῦ φιλαιτίου R

151 ἐστιν] ἔσται H

152 Εὐριπίδην] Phoen. 532

153 Homer. Z 347

154 ἀφισταμένοις Hauptius: ἀφισταμένους

155 Homer. Z 326

156 id. I 109

157 τὸ οὐκ R: καὶ οὐκ

158 καὶ ἠγνόησας W: τοῦ ἠγνόησας

159 δὲ πρακτικὴ] δ᾽ ἐπακτικὴ?

160 πρὸς scripsi: πρὸς

161 ἐνισταμένους scripsi: ἱσταμένους

162 Nauck. p. 129

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: