previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν διαφοράν; μὲν 1 ἀληθὴς φίλος οὔτε μιμητής; ἐστι πάντων οὔτ᾽ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων: [p. 129]
οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ
κατὰ τὸν Σοφοκλέα, 2 καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις ἄκοντα δι᾽ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ φαυλότητος πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως; τὴν ἔγκλισιν τοῦ τραχήλου καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς: τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, καὶ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς: ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, ἀλλ᾽ ὥσπερ οἱ φαῦλοι ζῳγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι δι᾽ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀναφέρουσιν, 3 οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, ε δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφ᾽ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος. ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζηλοῦντες 4 καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρτήμασι τῶν φίλων: δὴ καὶ Διονυσίῳ Δίωνα καὶ [p. 130] Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ ἀπώλεσεν. δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτ᾽ ἀκούειν, ἂν ὑποτύφλοις ὑποκώφοις συνῷσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ περὶ γάμον δυστυχοῦντας πρὸς υἱοὺς πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων γυναικὸς συγγενῶν οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ , καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δ᾽ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς φίλος ἀπεπέμψατο τὴν ἑαυτοῦ: κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. οὕτως ἄπειρος ἦν κόλακος νομίζων τὰ ἰαμβεῖα ταυτὶ: τῷ καρκίνῳ μᾶλλον τῷ κόλακι προσήκειν [p. 131]
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
5 ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον
παρασίτου γὰρ τοιοῦτος εἰκονισμός ἐστι
τῶν περὶ τάγηνον καὶ μετ᾽ 6 ἄριστον φίλων,
7
ὡς Εὔπολίς φησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: