previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευσάμεθα καὶ νῦν παρακελευόμεθα τὸ φίλαυτον ἐκκόπτειν ἑαυτῶν καὶ τὴν οἴησιν: αὕτη γὰρ ἡμᾶς προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ πειθόμενοι τῷ θεῷ καὶ τὸγνῶθι σαυτὸνὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ [p. 159] παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς: κόλαξιν ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος: περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος: ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν ἰδίων αἰσχρὰ καὶ λυπηρὰ καὶ ἀτελῆ καὶ ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ κατευλογοῦντος δεομένους, ἀλλ᾽ ἐλέγχοντος καὶ παρρησιαζομένου καὶ ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας.-. ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν εἰσιν οἱ παρρησιάζεσθαι μᾶλλον χαρίζεσθαι τοῖς; φίλοις τολμῶντες: ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ ῥᾳδίως; ἂν εὕροις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλ᾽ οἰομένους, ἂν λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καίτοι καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ παρρησιάζεσθαι μὴ τυχόντι καιροῦ τὸ λυπεῖν ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετ᾽ ἀλγηδόνος ποιεῖ μεθ᾽ ἡδονῆς τὸ κολακεύειν. βλάπτονται γὰρ οὐκ ἐπαινούμενοι μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι: καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν εὐλήπτους καὶ πλαγίους παραδίδωσιν , ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ τὴν παρρησίαν ἤθει κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφαιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς ὥσπερ [p. 160] φωτός, ἵνα μὴ ταραττόμενοι μηδ᾽ ἀλγοῦντες ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν τοῦ κόλακος σκιάν, καὶ πρὸς τὸ μὴ λυποῦν ἀποστρέφωνται. πᾶσαν μὲν γάρ, Φιλόπαππε , κακίαν φευκτέον ἐστὶ δι᾽ ἀρετῆς, οὐχὶ διὰ τῆς ἐναντίας κακίας , ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν ἀναισχυντίᾳ φεύγειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μαλακίας ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας καὶ θρασύτητος. ἔνιοι δὲ καὶ δεισιδαιμονίας ἀθεότητα καὶ πανουργίαν ἀβελτερίας ἀπολόγημα ποιοῦνται, καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν εἶναι, καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ περιπεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ μηδέτερον παθεῖν ἀλλ᾽ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν ἐκ τοῦ μετρίου λαβεῖν, αὐτὸς ἔοικεν λόγος τὸ ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: