previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἶτα τῶν μὲν Στωϊκῶν οὐδ᾽ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται, καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων, 1 ὥσπερ Κρίσων Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, δ᾽ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δ᾽ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δ᾽ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς διδάσκαλος ἐπαινῶν καὶ προσπαλαίων ὑποκατακλινόμενος, δ᾽ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἄρχων πλούσιος πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνοςεἰ 2 τὸν ἀγρὸν ἔμελλεν 3 ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτ᾽ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδ᾽ ἄνθρωπος 4 ἄτοπος ἂν ἐπαίνων 5 εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ πάμφορος’.6 μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρ᾽ ἀξίαν ἐπαινοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: