previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, [p. 128] οἷς δ᾽ ἤχθετο πράγμασιν διαίταις λόγοις ὡς ἀρέσκοντας ἐξαίφνης; προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδ᾽ ἴδιον οὐδ᾽ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖνβραδέως πεφώρακας τὸν ἄνθρωπον: ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκενἂν. δ᾽ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν δὲ βίον ἀλλακτέον ἕτερον 1 εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, ‘ πάλαι γ᾽ ἐχρῆνφησὶθορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνωνἂν δὲ πάλιν ὁρμᾶν δοκῆς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησενἄξια σαυτοῦ φρονεῖς: δ᾽ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλ᾽ ἄδοξον καὶ ταπεινόνεὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον
ἀλλοῖός; μοι , ξεῖνε, φάνης 2 νέον ἠὲ πάροιθεν
οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος;. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: