previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας; ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δ᾽ [p. 125] αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφ᾽ ἧς καὶ ταῦτ᾽ εἴρηται
γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, 1
παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
νοσῶν τ᾽ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ
εἰδὼς οὖν κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος ἀλλ᾽ ὥσθ᾽ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον πάθει γιγνόμενον.

1 Nauck. p. 696

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: