previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδ᾽ αὐτὸν ἐκεῖνον λέληθεν, ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς 1 ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις
Ἀλεξάνδρου 2 πλέον
τοῦ βασιλέως πέπωκας
[p. 138] καὶ
γελῶ 3 τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος 4
5
τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ 6 καὶ φυλαττομένους τὸ χωρίον τοῦτο καὶ τὸν τόπον οὐκ ἀπ᾽ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλ᾽ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ
πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος
ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων πρεσβυτέροις ἐν ἀγορᾷ μάλ᾽ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι: νῦν δ᾽ αὖ πάλιν αἰτίας ἐλαφρὰς; καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπ᾽ αὐτόν, ὡς ἀκηκοὼς ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτ᾽ εἶπεν ποῦ τοῦτ᾽ ἔπραξεν. ἀρνουμένου δ᾽, ὡς εἰκός, αὐτόθεν ἑλὼν 7 ἐμβέβληκεν εἰς τοὺς ἐπαίνους τὸν ἄνθρωπονἐγὼ δ᾽ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας μηδὲ τοὺς ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρησας τοσαῦτα τῶν ἰδίων δωρούμενος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: