previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πνεῦμα δὲ φορὸν ὑπέλαβε τὴν τριήρη καὶ ὥσπερ κατ̓ ἴχνος τοῦ κέλητος ἔτρεχεν. Ἐν δὲ ταῖς ἴσαις ἡμέραις εἰς Ἰωνίαν ἧκον καὶ ὡρμίσαντο ἐπὶ τῆς αὐτῆς ἀκτῆς ἐν τοῖς Διονυσίου χωρίοις. [2] Οἱ μὲν οὖν ἄλλοι κεκμηκότες ἐκβάντες εἰς τὴν γῆν περὶ τὴν ἀνάληψιν ἠπείγοντο τὴν ἑαυτῶν, σκηνάς τε πηγνύμενοι καὶ παρασκευάζοντες εὐωχίαν, Χαιρέας δὲ μετὰ Πολυχάρμου περινοστῶνπῶς νῦνφησὶΚαλλιρρόην εὑρεῖν δυνάμεθα; μάλιστα μὲν γὰρ φοβοῦμαι μὴ Θήρων ἡμᾶς διεψεύσατο καὶ τέθνηκεν δυστυχής. Εἰ δ̓ ἄρα καὶ ἀληθῶς πέπραται, τίς οἶδεν ὅποι: [3] πολλὴ γὰρ Ἀσία.’ Μεταξὺ δὲ ἀλύοντες περιέπεσον τῷ νεῷ τῆς Ἀφροδίτης. Ἔδοξεν οὐν αὐτοῖς προσκυνῆσαι τὴν θεόν, καὶ προσδραμὼν τοῖς γόνασιν αὐτῆς Χαιρέαςσύ μοι, δέσποινα, πρώτη Καλλιρρόην ἔδειξας ἐν τῇ σῇ ἑορτῇ: σὺ καὶ νῦν ἀπόδος, ἣν ἐχαρίσω:’ [p. 60] μεταξὺ δ̓ ἀνακύψας εἶδε παρὰ τὴν θεὸν εἰκόνα Καλλιρρόης χρυσῆν, ἀνάθημα Διονυσίου. Τοῦ δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. [4] Κατέπεσεν οὖν σκοτοδινιάσας: θεασαμένη δὲ αὐτὸν ζάκορος ὕδωρ προσήνεγκε καὶ ἀνακτωμένη τὸν ἄνθρωπον εἶπεθάρρει, τέκνον, καὶ ἄλλους πολλοὺς θεὸς ἐξέπληξεν: ἐπιφανὴς γάρ ἐστι καὶ δείκνυσιν ἑαυτὴν ἐναργῶς. Ἀλλ̓ ἀγαθοῦ μεγάλου τοῦτ̓ ἔστι σημεῖον. Ὁρᾷς εἰκόνα τὴν χρυσῆν; αὕτη δούλη μὲν ἦν, δὲ Ἀφροδίτη πάντων ἡμῶν κυρίαν πεποίηκεν [5] αὐτήν.’ ‘Τίς γάρ ἐστιν Χαιρέας εἶπεναὕτη;’ ‘ δέσποινα τῶν χωρίων τούτων, τέκνον, Διονυσίου γυνή, τοῦ πρώτου τῶν Ἰώνων.’ Ἀκούσας Πολύχαρμος, οἷα δὴ σωφρονῶν αὐτός, οὐδὲν εἴασεν ἔτι τὸν Χαιρέαν εἰπεῖν, ἀλλ̓ ὑποβαστάσας ἐξήγαγεν ἐκεῖθεν, οὐ βουλόμενος ἐκπύστους γενέσθαι τίνες εἰσί, πρὶν ἅπαντα βουλεύσασθαι καλῶς καὶ συντάξαι πρὸς ἀλλήλους. [6] δὲ Χαιρέας τῆς ζακόρου παρούσης οὐδὲν εἶπεν ἀλλ̓ ἐσίγησεν ἐγκρατῶς, πλὴν ὅσον αὐτομάτως ἐξεπήδησεν αὐτοῦ τὰ δάκρυα: πόρρω δὲ ἀπελθὼν ἐπὶ γῆς μόνος ἔρριψεν ἑαυτὸν καὶ θάλασσαφησὶφιλάνθρωπε, τί με διέσωσας; ἵνα εὐπλοήσας ἴδω Καλλιρρόην ἄλλου γυναῖκα; τοῦτο οὐκ ἤλπισα γενέσθαι ποτὲ οὐδὲ ἀποθανόντος Χαιρέου. [7] Τί ποιήσω δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε κομιεῖσθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν ἀγοράσαντα: νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ βασιλίδα. Πόσῳ δ̓ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε πτωχεύουσαν εὑρήκειν. Εἴπω Διονυσίῳ προσελθὼν ῾ἀπόδος μοι τὴν γυναῖκα;᾿ τοῦτο δὲ λέγει τίς γεγαμηκότι; [p. 61] [8] Ἀλλ̓ οὐδ̓, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν, ἀλλ̓ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι. Κινδυνεύω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς ἀπολέσθαι.’ Ταῦτα ὀδυρόμενον παρεμυθεῖτο Πολύχαρμος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: