previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρρόης ἔρωτος, μηκέτι φέρων ἀποκαρτερεῖν ἐγνώκει καὶ διαθήκας ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ. Παρεκάλει δὲ Καλλιρρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν θεράπων κεκελευσμένος μηδένα δέχεσθαι. [2] Μαχομένων δὲ αὐτῶν πρὸς ταῖς θύραις ἀκούσας Διονύσιος ἤρετο τίς ἐνοχλοίη. Τοῦ δὲ θεράποντος εἰπόντος ὅτι Πλαγγών, ‘ἀκαίρως μὲνεἶπεπάρεστιν῾οὐκέτι γὰρ οὐδὲ ὑπόμνημα τῆς ἐπιθυμίας ἤθελεν ἰδεῖν̓κάλεσον [3] δ̓ ὅμως.’ Ἀνοίξασα δὲ ἐκείνη τὰς θύραςτί καταρύχῃφησίν, ‘ δέσποτα, λυπῶν σεαυτὸν ὡς [p. 46] ἀποτυγχάνων. Καλλιρρόη γάρ σε ἐπὶ τὸν γάμον παρακαλεῖ. Λαμπρειμόνει, θῦε, προσδέχου νύμφην, ἧς ἐρᾷς.’ Ἐξεπλάγη πρὸς τὸ ἀνέλπιστον Διονύσιος καὶ ἀχλὺς αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη, παντάπασι δὲ ὢν ἀσθενὴς φαντασίαν παρέσχε θανάτου: κωκύσασα δὲ Πλαγγὼν συνδρομὴν ἐποίησε, καὶ ἐφ̓ ὅλης τῆς οἰκίας ὡς τεθνεὼς δεσπότης ἐπενθεῖτο. [4] Οὐδὲ Καλλιρρόη τοῦτο ἤκουσεν ἀδακρυτί. τοσαύτη ἦν, ὥστε κἀκείνη Διονύσιον ἔκλαε τὸν ἄνδρα. Ὀψὲ δὲ καὶ μόλις ἐκεῖνος ἀνανήψας ἀσθενεῖ φωνῇτίς με δαιμόνωνφησὶνἀπατᾷ βουλόμενος ἀναστρέψαι τῆς προκειμένης ὁδοῦ; ὕπαρ ὄναρ ταῦτα ἤκουσα; θέλει μοι Καλλιρρόη γαμηθῆναι, μὴ θέλουσα μηδὲ ὀφθῆναι;’ [5] Παρεστῶσα δὲ Πλαγγὼνπαῦσαιφησὶμάτην σεαυτὸν ὀδυνῶν καὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀπιστῶν: οὐ γὰρ ἐξαπατῶ μου τὸν δεσπότην, ἀλλ̓ ἔπεμψέ με Καλλιρρόη πρεσβεῦσαι περὶ γάμων.’ ‘Πρέσβευε τοίνυνεἶπεν Διονύσιοςκαὶ λέγε αὐτὰ τὰ ἐκείνης. [6] ῥήματα. Μηδὲν ἀφέλῃς μηδὲ προσθῇς, ἀλλ̓ ἀκριβῶς μνημόνευσον.’ ‘Ἐγὢ φησὶν ῾οἰκίας οὖσα τῆς πρώτης ἐν Σικελίᾳ δεδυστύχηκα μέν, ἀλλ̓ ἔτι τὸ φρόνημα τηρῶ: πατρίδος, γονέων ἐστέρημαι, μόνην οὐκ ἀπολώλεκα τὴν εὐγένειαν. Εἰ μὲν οὖν ὡς παλλακὴν θέλει με Διονύσιος ἔχειν καὶ τῆς ἰδίας ἀπολαύειν ἐπιθυμίας, ἀπάγξομαι μᾶλλον ὕβρει δουλικῇ παραδώσω τὸ σῶμα: εἰ δὲ γαμετὴν κατὰ νόμους, κἀγὼ γενέσθαι θέλω μήτηρ, ἵνα διάδοχον ἔχῃ τὸ Ἑρμοκράτους γένος. [7] Βουλευσάσθω περὶ τούτου Διονύσιος μὴ μόνος μηδὲ ταχέως, ἀλλὰ μετὰ φίλων καὶ συγγενῶν, ἵνα μή τις ὕστερον εἴπῃ πρὸς αὐτὸν ῾σὺ θρέψεις παιδία ἐκ τῆς [8] ἀργυρωνήτου καὶ καταισχυνεῖς σου τὸν οἶκον;᾿ Εἰ μὴ θέλει πατὴρ γενέσθαι, μηδ̓ ἀνὴρ ἔστω.’ Ταῦτα [p. 47] τὰ ῥήματα μᾶλλον ἐξέκαυσε Διονύσιον καί τινα ἔσχεν ἐλπίδα κούφην ἀντερᾶσθαι δοκῶν: ἀνατείνας δὲ τὰς χεῖρας εἰς τὸν οὐρανὸνεἰ γὰρ ἴδοιμιφησίν, ‘ Ζεῦ καὶ Ἥλιε, τέκνον ἐκ Καλλιρρόης: τότε μακαριώτερος δόξω τοῦ μεγάλου βασιλέως. Ἀπίωμεν πρὸς αὐτήν: ἄγε με, Πλαγγόνιον φιλοδέσποτον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: