previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐδόκει περιμένειν τὴν ὥραν τοῦ πλοῦ καὶ ἔαρος ὑπολάμψαντος ἀνάγεσθαι: τότε γὰρ ἔτι χειμὼν εἱστήκει καὶ παντάπασιν ἀδύνατον ἐδόκει τὸν Ἰόνιον περαιοῦσθαι: Χαιρέας δὲ ἔσπευδεν, ἕτοιμος ὢν διὰ τὸν ἔρωτα, ζεύξας σχεδίαν εἰς τὸ πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι. [2] Οὔκουν οὐδὲ οἱ πρέσβεις ἤθελον βραδύνειν ὑπ̓ αἰδοῦς τῆς τε πρὸς ἐκεῖνον καὶ μάλιστα πρὸς Ἑρμοκράτην, [p. 58] ἀλλ̓ ἡτοιμάζοντο πλεῖν. Συρακούσιοι δὲ δημοσίᾳ τὸν στόλον ἐξέπεμψαν, ἵνα καὶ τοῦτο εἰς ἀξίωμα προστεθῇ τῆς πρεσβείας. [3] Καθείλκυσαν οὖν ἐκείνην τὴν τριήρη τὴν στρατηγικήν, ἔχουσαν ἔτι τὰ σημεῖα τῆς νίκης. Ἐπεὶ δὲ ἧκεν κυρία τῆς ἀναγωγῆς ἡμέρα, τὸ πλῆθος εἰς τὸν λιμένα συνέδραμεν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες, καὶ ἦσαν ὁμοῦ εὐχαί, δάκρυα, στεναγμοί, παραμυθία, [4] φόβος, θάρσος, ἀπόγνωσις, ἐλπίς. Ἀρίστων δέ, Χαιρέου πατήρ, ἐσχατογήρως καὶ νοσῷ παρειμένος, περιέφυ τῷ τραχήλῳ τοῦ παιδὸς καὶ ἀνακρεμάμενος αὐτοῦ κλάων ἔλεγετίνι με καταλείπεις, τέκνον, ἡμιθνῆτα πρεσβύτην; ὅτι μὲν γὰρ οὐκέτι σε ὄψομαι δῆλον. [5] Περίμεινον δὲ κἂν ὀλίγας ἡμέρας, ὅπως ἐν ταῖς χερσὶ ταῖς σαῖς ἀποθάνω: θάψον δέ με καὶ ἄπιθι.’ δὲ μήτηρ τῶν γονάτων αὐτοῦ λαβομένηἐγὼ δὲ σου δέομαιφησίν, ‘ τέκνον, μή με ἐνταῦθα καταλίπῃς ἔρημον, ἀλλ̓ ἐμβαλοῦ τριήρει φορτίον κοῦφον: ἂν δὲ βαρεῖα καὶ περιττή, ῥίψατέ με εἰς τὴν θάλασσαν, [6] ἣν σὺ πλεῖς.’ Ταῦτα λέγουσα περιέρρηξε τὸ στῆθος καὶ προτείνουσα τὰς θηλὰς: ‘τέκνονφησί,

τάδ̓ αἴδεο καί μ̓ ἐλέησον
αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον.
Κατεκλάσθη Χαιρέας πρὸς τὰς τῶν γονέων ἱκεσίας καὶ ἔρριψεν ἑαυτὸν ἀπὸ τῆς νεὼς εἰς τὴν θάλασσαν, ἀποθανεῖν θέλων, ἵνα φύγῃ δυοῖν θάτερον, τὸ μὴ ζητεῖν Καλλιρρόην τὸ λυπῆσαι τοὺς γονεῖς: ταχέως δὲ ἀπορρίψαντες οἱ ναῦται μόλις αὐτὸν ἀνεκούφισαν. [7] Ἐνταῦθα Ἑρμοκράτης ἀπεσκέδασε τὸ πλῆθος καὶ ἐκέλευσε [p. 59] τῷ κυβερνήτῃ λοιπὸν ἀνάγεσθαι. Συνέβη δέ τι καὶ ἄλλο φιλίας ἔργον οὐκ ἀγεννές. Πολύχαρμος γάρ, ἑταῖρος τοῦ Χαιρέου, παραυτὰ μὲν οὐκ ὤφθη ἐν τῷ μέσῳ, ἀλλὰ καὶ πρὸς τοὺς γονεῖς ἔφηφίλος μέν, φίλος Χαιρέας, οὐ μὴν ἄχρι τούτου γε ὥστε καὶ περὶ τῶν ἐσχάτων αὐτῷ συγκινδυνεύειν. [8] Διόπερ, ἕως ἀποπλεῖ, ὑπεκστήσομαι.’ Ἡνίκα δὲ ἀπεσάλευσε τῆς γῆς τὸ πλοῖον, ἀπὸ τῆς πρύμνης αὐτοὺς ἀπησπάσατο, ἵνα μηκέτι αὐτὸν δύνωνται κατασχεῖν. [9] Ἐξελθὼν δὲ τοῦ λιμένος Χαιρέας καὶ ἀποβλέψας εἰς τὸ πέλαγοςἄγε μεφησίν, ‘ θάλασσα, τὸν αὐτὸν δρόμον, ὃν καὶ Καλλιρρόην ἤγαγες. Εὔχομαί σοι, Πόσειδον, κἀκείνην μεθ̓ ἡμῶν μηδὲ ἐμὲ χωρὶς ἐκείνης ἐνταῦθα. Εἰ μὴ γὰρ δύναμαι τὴν γυναῖκα τὴν ἐμὴν ἀπολαβεῖν, θέλω κἂν δουλεύειν μετ̓ αὐτῆς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: