previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀναδραμὼν δὲ εἰς τὰ ὑπερῷα τὸ μὲν πρῶτον ὥρμησε τοῖς Καλλιρρόης γόνασι προσπεσεῖν, κατέσχε δ̓ ὅμως ἑαυτὸν καὶ καθεσθεὶς εὐσταθῶςἦλθόν σοιφησίν, ‘ γύναι, χάριν γνῶναι περὶ τῆς ἐμαυτοῦ σωτηρίας: ἄκουσαν μὲν γὰρ οὐκ ἔμελλόν σε βιάσεσθαι, [2] μὴ τυχὼν δὲ ἀποθανεῖν διεγνώκειν. Ἀναβεβίωκα διὰ σέ. Μεγίστην δέ σοι χάριν ἔχων ὅμως τι καὶ μέμφομαι: σὺ γὰρ ἠπίστησας ὅτι ἕξω σε γαμετὴν παίδων ἐπ̓ ἀρότῳ κατὰ νόμους Ἑλληνικούς. Εἰ γὰρ μὴ ἤρων, οὐκ ἂν εὐξάμην τοιούτου γάμου τυχεῖν. Σὺ δέ, ὡς ἔοικε, μανίαν μου κατέγνωκας, εἰ δόξω δούλην τὴν εὐγενῆ καὶ ἀνάξιον υἱὸν ἐμαυτοῦ τὸν Ἑρμοκράτους ἔγγονον. [3] ῾Βούλευσαἰ λέγεις. Βεβούλευμαι. Φοβῇ φίλους ἐμοὺς φιλτάτη πάντων. Τολμήσει δὲ τίς εἰπεῖν ἀνάξιον τὸν ἐξ ἐμοῦ γεννώμενον, κρείττονα τοῦ πατρὸς ἔχοντα τὸν πάππον;’ Ταῦτα ἅμα λέγων καὶ δακρύων προσῆλθεν αὐτῇ: δὲ ἐρυθριάσασα ἠρέμα κατεφίλησεν αὐτὸν καὶσοὶ μὲνεἶπεπιστεύω, Διονύσιε, ἀπιστῶ δὲ τῇ ἐμῇ τύχῃ, καὶ γὰρ πρότερον ἐκ μειζόνων ἀγαθῶν δἰ αὐτὴν κατέπεσον. [4] Φοβοῦμαι μὴ οὐδέπω μοι διήλλακται. Σὺ τοίνυν, καίπερ ὢν χρηστὸς καὶ δίκαιος, μάρτυρας ποίησαι τοὺς θεοὺς οὐ διὰ σαυτόν, ἀλλὰ διὰ τοὺς πολίτας καὶ συγγενεῖς, ἵνα μή τις ἔτι κακοηθέστερον εἰς ἐμέ τι συμβουλεῦσαι δυνηθῇ, γινώσκων ὅτι ὀμώμοκας. Εὐκαταφρόνητόν [5] ἐστι γυνὴ μόνη καὶ ξένη.’ ‘Ποίους[p. 48] φησὶθέλεις ὅρκους θεῶν; ἕτοιμος γὰρ ὀμνύναι, εἰ δυνατόν, εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ ἁψάμενος αὐτοῦ τοῦ Διός.’ ‘Ὄμοσόν μοιφησὶτὴν θάλασσαν τὴν κομίσασάν με πρός σε καὶ τὴν Ἀφροδίτην τὴν δείξασαν μέ σοι καὶ τὸν Ἔρωτα τὸν νυμφαγωγόν.’ Ἤρεσε ταῦτα καὶ ταχέως ὤμοσεν. [6] Ἐγένετο μὲν οὖν ἐρωτικὸν πάθος: ἔσπευδε δὲ καὶ ἀναβολὴν οὐκ ἐπέτρεπε τοῖς γάμοις: ταμιεύεσθαι γὰρ δύσκολον ἐξουσίαν ἐπιθυμίας. Διονύσιος δὲ ἀνὴρ πεπαιδευμένος κατείληπτο μὲν ὑπὸ χειμῶνος καὶ τὴν ψυχὴν ἐβαπτίζετο, ὅμως δ̓ ἀνακύπτειν ἐβιάζετο καθάπερ ἐκ τρικυμίας τοῦ πάθους. [7] Καὶ τότε οὖν ἐπέστησε τοιούτοις λογισμοῖςἐν ἐρημίᾳ μέλλω γαμεῖν ὡς ἀληθῶς ἀργυρώνητον. Οὐχ οὕτως εἰμὶ ἀχάριστος, ἴνα μὴ ἑορτάσω τοὺς Καλλιρρόης γάμους. Ἐν τούτῳ πρώτῳ τιμῆσαί με δεῖ τὴν γυναῖκα. Φέρει δέ μοι ἀσφάλειαν καὶ πρὸς τὰ μέλλοντα: πάντων γὰρ πραγμάτων ὀξύτατόν ἐστιν φήμη: δἰ ἀέρος ἄπεισιν ἀκωλύτους ἔχουσα τὰς ὁδούς: διὰ ταύτην οὐδὲν δύναται παράδοξον λαθεῖν: ἤδη τρέχει φέρουσα τὸ καινὸν εἰς Σικελίαν διήγημα ῾ζῇ Καλλιρρόη, καὶ τυμβωρύχοι διορύξαντες τὸν τάφον ἔκλεψαν αὐτήν, καὶ [8] ἐν Μιλήτῳ πέπραται.᾿ Καταπλεύσουσιν ἤδη τριήρεις Συρακουσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν τὴν θυγατέρα. Τί μέλλω λέγειν; ῾Θήρων μοι πέπρακε. ᾿Θήρων δὲ ποῦ; Κἂν πιστευθῶ τὴν ἀλήθειαν, ὑποδοχεύς εἰμι λῃστοῦ. Μελέτα, Διονύσιε, τὴν δίκην. Τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως. Ἄριστον οὖν τότε λέγειν ῾ἐγὼ γυναῖκα ἐλευθέραν ἐπιδημήσασαν οὐκ οἶδ̓ ὅπως ἤκουσα: ἐκδομένην ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ νόμους ἔγημα.᾿ [9] Πείσω δὲ ταύτῃ μᾶλλον καὶ τὸν πενθερὸν ὡς οὐκ ἀνάξιός [p. 49] εἰμι τῶν γάμων. Καρτέρησον, ψυχή, προθεσμίαν σύντομον, ἵνα τὸν πλείω χρόνον ἀπολαύσῃς ἀσφαλοῦς ἡδονῆς. Ἰσχυρότερος γενήσομαι πρὸς τὴν κρίσιν, ἀνδρός, οὐ δεσπότου νόμῳ χρώμενος.’ [10] Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶνἄπιθιφησὶνεἰς τὴν πόλιν καὶ μεγαλοπρεπῶς ἑτοίμασον τὰ πρὸς τὸν γάμον. Ἐλαυνέσθωσαν ἀγέλαι: σῖτος καὶ οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω: δημοσίᾳ τὴν [11] πόλιν εὐωχῆσαι προῄρημαι.’ Πάντα διατάξας ἐπιμελῶς τῆς ὑστεραίας αὐτὸς μὲν ἐπὶ ὀχήματος ἐποιεῖτο τὴν πορείαν, τὴν δὲ Καλλιρρόην ῾οὐδέπω γὰρ ἐβούλετο δεικνύναι τοῖς πολλοῖς᾿ ἐκέλευσε περὶ τὴν ἑσπέραν διὰ πορθμείου κομισθῆναι μέχρι τῆς οἰκίας, ἥτις ἦν ἐπ̓ αὐτοῦ τοῦ λιμένος τοῦ Δοκίμου λεγομένου: Πλαγγόνι δὲ τὴν ἐπιμέλειαν αὐτῆς ἐνεχείρισε. [12] Μέλλουσα τοίνυν ἀπαλλάσσεσθαι τῶν ἀγρῶν Καλλιρρόη τῇ Ἀφροδίτῃ πρῶτον ἐπεύξατο καὶ εἰσελθοῦσα εἰς τὸν νεὼν πάντας ἐκβαλοῦσα ταῦτα εἶπε πρὸς τὴν θεὸνδέσποινα Ἀφροδίτη, μέμψωμαί σοι δικαίως χάριν γνῶ; σύ με οὖσαν παρθένον ἔζευξας Χαιρέᾳ καὶ νῦν μετ̓ ἐκεῖνον ἄλλῳ με νυμφαγωγεῖς. [13] Οὐκ ἂν ἐπείσθην σὲ ὀμόσαι καὶ τὸν σὸν υἱόν, εἰ μή με προύδωκε τοῦτο τὸ βρέφος,’ δείξασα τὴν γαστέρα. ‘Ἱκετεύω δέ σεφησὶνοὐχ ὑπὲρ ἐμαυτῆς, ἀλλ̓ ὑπὲρ τούτου. Ποίησόν μου λαθεῖν τὴν τέχνην. Ἐπεὶ τὸν ἀληθῆ τοῦτο πατέρα οὐκ ἔχει, δοξάτω Διονυσίου παιδίον, [14] τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.’ Βαδίζουσαν δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες οἱ ναῦται δείματι κατεσχέθησαν, ὡς τῆς Ἀφροδίτης αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι προσκυνῆσαι: προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου θᾶττον ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. Ἅμα δὲ [p. 50] τῇ ἕῳ πᾶσα ἦν πόλις ἐστεφανωμένη. [15] Ἔθυεν ἕκαστος πρὸ τῆς ἰδίας οἰκίας, οὐκ ἐν μόνοις τοῖς ἱεροῖς. Λογοποιίαι δὲ ἦσαν τίς νύμφη: τὸ δὲ δημωδέστερον πλῆθος ἀνεπείθετο διὰ τὸ κάλλος καὶ τὸ ἄγνωστον τῆς γυναικὸς ὅτι Νηρηὶς ἐκ θαλάσσης ἀναβέβηκεν ὅτι θεὰ πάρεστιν ἐκ τῶν Διονυσίου κτημάτων: [16] τοῦτο γὰρ οἱ ναῦται διελάλουν. Μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. Τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον: κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν. Ἐπεὶ δὲ ἔλαβε Μιλησίαν στολὴν καὶ στέφανον νυμφικόν, [17] ἀπέβλεψεν εἰς τὸ πλῆθος. Πάντες οὖν ἀνεβόησαν Ἀφροδίτη γαμεῖ.’ Πορφυρίδας ὑπεστρώννυον καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης, οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων, ἀλλ̓ οὐδ̓ ἐν αὐτοῖς τοῖς λιμέσι: μέχρι κεράμων ἀνέβη τὸ πλῆθος στενοχωρούμενον. Ἀλλ̓ ἐνεμέσησε καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν βάσκανος δαίμων ἐκεῖνος: ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. Βούλομαι δὲ εἰπεῖν πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν αὐτὸν χρόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: