previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Προστάξας δὲ Φωκᾶν τὰ μὲν ἄλλα τῶν γεγονότων φανερῶς διηγεῖσθαι, δύο δὲ ταῦτα σιγᾶν, τὸ ἴδιον στρατήγημα καὶ ὅτι ἐκ τῆς τριήρους τινὲς ἔτι ζῶσι, παραγίνεται πρὸς Καλλιρρόην σκυθρωπός: εἶτα συγκαλέσας πεισθέντας τοὺς ἀγροίκους, ἵνα γυνὴ πυθομένη τὰ συμβάντα βεβαιοτέραν ἤδη λάβῃ περὶ Χαιρέου τὴν ἀπόγνωσιν. [2] Ἐλθόντες δὲ διηγοῦντο ῾πάντες δὲ ᾔδεσαν̓ ὅτιβάρβαροί ποθεν λῃσταὶ νυκτὸς καταδραμόντες ἐνέπρησαν Ἑλληνικὴν τριήρη τῆς προτεραίας ὁρμισθεῖσαν ἐπὶ τῆς ἀκτῆς: καὶ μεθ̓ ἡμέραν εἴδομεν αἵματι μεμιγμένον ὕδωρ καὶ [3] νεκροὺς ὑπὸ τῶν κυμάτων φερομένους.’ Ἀκούσασα γυνὴ τὴν ἐσθῆτα περιερρήξατο, κόπτουσα δὲ τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἀνέδραμεν εἰς τὸν οἶκον, ὅποι τὸ πρῶτον εἰσῆλθε πραθεῖσα. Διονύσιος δὲ ἐξουσίαν ἔδωκε τῷ πάθει, φοβούμενος μὴ γένηται [p. 68] φορτικός, ἂν ἀκαίρως παρῇ. Πάντας οὖν ἐκέλευσεν ἀπαλλαγῆναι, μόνην δὲ προσεδρεύειν Πλαγγόνα, μή τι ἄρα δεινὸν αὑτὴν ἐργάσηται. [4] Καλλιρρόη δὲ ἠρεμίας λαβομένη, χαμαὶ καθεσθεῖσα καὶ κόνιν τῆς κεφαλῆς καταχέασα, τὰς κόμας σπαράξασα τοιούτων ἤρξατο γόωνἐγὼ μὲν προαποθανεῖν συναποθανεῖν εὐξάμην σοι, Χαιρέα: πάντως δέ μοι κἂν ἐπαποθανεῖν ἀναγκαῖον: τίς γὰρ ἔτι λείπεται ἐλπὶς ἐν τῷ ξῆν με κατέχουσα; [5] Δυστυχοῦσα μέχρι νῦν ἐλογιζόμην ῾ὄψομαί ποτε Χαιρέαν καὶ διηγήσομαι αὐτῷ πόσα πέπονθα δἰ ἐκεῖνον: ταῦτά με ποιήσει τιμιωτέραν αὐτῷ. Πόσης ἐμπλησθήσεται χαρᾶς, ὅταν ἴδῃ τὸν υἱόν.᾿ Ἀνόνητά μοι πάντα γέγονε, καὶ τὸ τέκνον ἤδη περισσόν: προσετέθη γάρ μου τοῖς κακοῖς ὀρφανός. [6] Ἄδικε Ἀφροδίτη, σὺ μόνη Χαιρέαν εἶδες, ἐμοὶ δὲ οὐκ ἔδειξας αὐτὸν ἐλθόντα: λῃστῶν χερσὶ παρέδωκας τὸ σῶμα τὸ καλόν: οὐκ ἠλέησας τὸν πλεύσαντα διὰ σέ. Τοιαύτῃ θεῷ τίς ἄν προσεύχοιτο, ἥτις τὸν ἴδιον ἱκέτην ἀπέκτεινας. [7] Οὐκ ἐβοήθησας ἐν νυκτὶ φοβερᾷ φονευόμενον ἰδοῦσα πλησίον σου μειράκιον καλόν, ἐρωτικόν: ἀφείλου μου τὸν ἡλικιώτην, τὸν πολίτην, τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν νυμφίον. [8] Ἀπόδος αὐτοῦ μοι κἂν τὸν νεκρόν. Τίθημι ὅτι ἐγεννήθημεν ἡμεῖς ἀτυχέστατοι πάντων: τί δὲ καὶ τριήρης ἠδίκησεν, ὡς βάρβαροι κατέκαυσαν αὐτήν, ἧς οὐκ ἐκράτησαν οὐδὲ Ἀθηναῖοι; Νῦν ἡμῶν ἀμφοτέρων οἱ γονεῖς τῇ θαλάσσῃ παρακάθηνται, τὸν ἡμέτερον κατάπλουν περιμένοντες, καὶ ἥτις ἂν ναῦς πόρρωθενς1 ὀφθῇ, λέγουσι ῾Χαιρέας Καλλιρόην ἄγων ἔρχεται,᾿ τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει. Θάλασσα [p. 69] μιαρά, σὺ καὶ Χαιρέαν εἰς Μίλητον ἤγαγες φονευθῆναι καὶ ἐμὲ πραθῆναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: