previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνθρώπων ἄγεται καὶ σώζεται, ἰατρικὴν δ᾽ εἶναι καὶ μὴ πᾶσι τὸ πᾶν ὡς εἰπεῖν διαφέρει. ἀλλ᾽ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου διαφοράν. καὶ τοῦ νεῖν ἐπιστήμη, φησὶν, ἐκ θανάτου σώζει. ὥστε τί οὐ καὶ ταύτην σεμνύνομεν; ὅτι, βέλτιστεοὐδὲν γὰρ οὐδ᾽ ἡμεῖς ὑποστελούμεθα αἰσχύνῃ τὸ περὶ τῶν φανερῶν λέγειν μὲν κάλλιστα νεῖν εἰδὼς αὐτὸς ἀρκούντως ἔχει σωθείς. ἕτερον δ᾽ οὐδεὶς πώποτε ἐπινέοντα ἔσωσεν αὑτῷ, ὅτι μὴ δελφὶς λέγεται τὸν Μηθυμναῖον Ἀρίονα. δὲ ῥήτωρ οὐχ αὑτὸν μόνον οὐδὲ ἄλλον ἕνα συσσώζειν, ἀλλὰ καὶ φίλους καὶ πόλιν καὶ συμμάχους δυνήσεσθαι μεμελέτηκε. καὶ ὅστις μὲν ἄριστος κολυμβητὴς, τριῶν καὶ τεττάρων πλέθρων οὐκ ἐπινεῖ περαιτέρω, πλὴν εἰ Σκύλλαν εἴποις: οὐδὲ ὅταν ἐκβῇ τῆς θαλάττης τῆς λίμνης τοῦ ποταμοῦ, χρήσιμον οὐδὲν τὸ νεῖν αὐτῷ: τῷ δὲ ῥήτορι καὶ λίμνας καὶ πελάγη καὶ ποταμοὺς ἐπελθεῖν δυνατὸν τῇ τέχνῃ: καὶ μένων οἴκοι καὶ πλέων καὶ καθεζόμενος καὶ βαδίζων αὐτός ἐστιν. ἆρ᾽ ἴσα πρὸς ἴσα ἀμειβόμεθα; καὶ οὔπω τὸ κυριώτατον εἴρηκα, ἀλλὰ νῦν προσαποκρινοῦμαι, ὅτι, θαυμάσιε, νεῖν μὲν καὶ σύες καὶ αἱ κύνες αἱ φαυλόταται πάντων ἐπίστανται, καὶ πολύ [p. 126] γε ἱκανώτερον ἀνθρώπου, καὶ τάς γε ἐλάφους φασὶν ἐπινεῖν ἐπὶ πλεῖστον τῆς θαλάττης ἐχομένας ἀλλήλων, πρώτην καὶ τελευταίαν ἀεὶ γιγνομένην τὴν αὐτὴν ἐκ διαδοχῆς. τὴν δὲ τοῦ λόγου φύσιν καὶ δύναμιν οὐ λαγωοῖς καὶ πιθήκοις οὐδὲ ἐλάφοις ἐνέθηκεν πάντα δημιουργήσας θεὸς, οἶμαι δὲ οὐδὲ τοῖς λέουσιν οὐδὲ τῶν ἄλλων ζώων οὐδέσιν, οὔθ᾽ ὅσα ἐν θαλάττῃ οὔθ᾽ ὅσα κατ᾽ ἤπειρον οὔθ᾽ ὅσα ὑπερπέταται, ἀλλ᾽ ἐν δυοῖν γένεσι μόνοις τοῦτο ἵδρυται, προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ, δευτέρῳ δὲ τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ, δι᾽ ἓν τοῦτο


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: