previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄξιον δεῖξαι. γνοίη δ᾽ ἄν τις εἰ σκέψαιτο τὴν φύσιν αὐτῆς καὶ ὑπὲρ τίνων καὶ πηλίκων τὸ κατ᾽ ἀρχὰς εὑρέθη καὶ τί πράττει καὶ ποιεῖ διὰ τέλους. οἶμαι τοίνυν ἅπαντας ἂν οἷς δυνατὸν συμφῆσαι τὸ μὴ κατὰ ταὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι καὶ πλεονεκτεῖν εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δ᾽ οὐκ ἀρετῇ βελτιόνων, ἀλλ᾽ ἰσχυροτέρων, τὴν δ᾽ οἵαν ἐλαττοῦσθαι καὶ παρὰ γνώμην συγχωρεῖν ἀπορίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γιγνώσκομεν. τοῦτ᾽ οὖν εἶναι τὸ ποιῆσαν εὑρεῖν τι τοιοῦτον ἀνθρώπους ὑπὲρ αὑτῶν, θεούς γε ὑπὲρ τῶν ἀνθρώπων, τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται ταυτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τἀπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπ᾽ ἄλλων κατὰ μικρὸν, οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων ἔμενε τελευτῶντας αὐτοὺς ἐφ᾽ ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς σπαρτοὺς, εἰ ἄρα καὶ μῦθος τοῦτο αἰνίττεται. ἐμοὶ μὲν γὰρ, εἴ τι δεῖ καὶ παραβῆναι, θαυμαστῶς δοκεῖ τοῦτο βούλεσθαι δηλοῦν. πεποίηκέ γε τὴν ἀρχὴν αὐτοῖς [p. 64] τῆς γενέσεως ἐκ δράκοντος ὀδόντων, αὐτοὺς δ᾽ ἀναβῆναί φησι τοὺς ἄνδρας ἐνόπλους, Ἄρει δὲ ἀνθ᾽ Ἑρμοῦ μελῆσαι τοῦ θέρους. ὅπερ οὖν ἔφην, οὐδ᾽ αὐτοῖς τοῖς ὑπερέχουσι ταῖς δυνάμεσιν εἰς τέλος λυσιτελήσειν ἔμελλεν δοκοῦσα κατ᾽ ἀρχὰς εὐτυχία, ἀλλ᾽ ὑφ᾽ οὗ καὶ κρείττους ἦσαν, μᾶλλον δ᾽ ᾤοντο εἶναι, ὑπὸ τούτου κατελείπετο αὐτοῖς ἀπολωλέναι, ὥστ᾽ ἔρρειν κομιδῆ τὰ πάντων ἀνθρώπων. ἔδει δή τι κοινὸν εὑρεθῆναι φάρμακον τῷ γένει ταυτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν: ὡς τοὺς μὲν κωλῦσαι πρὸ τῶν ἀδικημάτων,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: