previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ῥητορικὴν ταῦτα ἀνάκειται; τίς ἂν ἦν μοι, φησὶ, πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; πρὸς δ᾽ νῦν ἡμεῖς ἐρωτῶμεν, τίς πρὸς θεῶν; μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις κατηγορεῖν Πλάτωνος, λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτ᾽ αὐτὸς ἔγκλημα δή που τοῦτο ποιοῦμαι εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας οὔθ᾽ ὅστις ἄλλος προφέρει τι τοιοῦτον εὖ φρονεῖν ἡγοῦμαι, οὔθ᾽ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλ᾽ αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις: καὶ [p. 94] τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστ᾽ εἰ δεῖ καὶ τοῦτ᾽ εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλ᾽ ἐκ τοῦ βίου καὶ τῶν ἔργων μεθ᾽ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθ᾽ ἑτέρως ἔχοντα ὥς τις πιστεύσειεν ἀποφαίνω. ὅτε τοίνυν ἑώρα Δίωνα παρασκευαζόμενον καὶ πράττοντα ὅπως δίκην ὧν ἔπαθε λήψεται, πότερόν ποτε ἐᾶν καὶ παρ᾽ οὐδὲν ἄγειν ἐπιστέλλων αὐτῷ φαίνεται καὶ ὡς, εἰ μισεῖ τὸν Διονύσιον καὶ κακόνουν εἶναι ὑπολαμβάνει, χρὴ περιορᾶν καὶ συγχωρεῖν ὅπως τὰ μέγιστ᾽ ἀδικῶν ἐν τοῖς ἐσχάτοις κακοῖς, πολὺ τοὐναντίον προτρέπων καὶ θεραπευτικὸν ἀξιῶν εἶναι ὅπως ὡς πλείστους τοὺς συμπράττοντας ἐπ᾽ αὐτὸν ἔχοι: καὶ τὸν μὲν Διονύσιον πάντως ἐχθρὸν τιθεὶς, τὸ δὲ ὅπως ἀμυνεῖται συμβουλεύων σκοπεῖν καὶ τό γ᾽ ἐφ᾽ αὑτῷ συμπράττων, τὸ συμπλεῖν καὶ συστρατεύειν μόνον ἐξαρνούμενος: ὡς ἐπειδήπερ αὐτὸν ἔχων Διονύσιος ᾐδέσθη τότε καὶ οὐκ ἀπέκτεινεν, οὐχὶ [p. 95]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: