previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὐδὲν ἴσως κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. οὗτοι μὲν γὰρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο: ῥητορικὴ δ᾽, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. συγχωρούντων μὲν οὖν ἡμῶν γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῆ δειχθήσεται φιλονεικῶν. τοῦτ᾽ ἔστι προὔργου τὸ καὶ περὶ τούτων εἰπεῖν. φέρε δὴ πρὸς Διὸς, εἴ πως ἀναστάντες λαβόντες αἴσθησιν, ὥσπερ Πλάτωνι Δίων ὑπόκειται πρὸς Συρακοσίους λέγων, ταυτὶ πρὸς αὐτὸν εἴποιεν, ἡμεῖς, Πλάτων, ἄλλο μὲν οὐδὲν χρηστὸν τὴν Ἀθηναίων πόλιν εἰργασάμεθα: οὐ [p. 105] γὰρ ἦμεν τῆς σῆς ἀρετῆς καὶ σοφίας ἐπιστήμονες, πάντα δ᾽ οὐ πᾶσιν οἱ θεοὶ διδόασιν: δ᾽ εἰς ἡμᾶς ἧκεν, εὔνοια, προθυμία, πίστις, ἀνδρεία, τὰ τοιαῦτα παρεσχόμεθα, ὥσθ᾽ ὑπερβολὴν ἑτέρῳ μὴ λιπεῖν, ἐν τοῖς τοιούτοις καιροῖς, Πλάτων, ἐν οἷς ἦν ἐν μὲν τῷ κρατεῖν ἅμα δόξα καὶ σωτηρία καὶ τὰ ἐκ τῶν εὐχῶν, ἡττηθέντας δὲ μηδ᾽ εἶναι τὸ παράπαν. λαβόντων δὲ ἡμῶν τούτους τοὺς λογισμοὺς καὶ τῶν θεῶν εὐμενῶς συναιρομένων ἐλευθέρα μὲν σὴ καὶ ἡμετέρα πατρὶς καὶ σώα καὶ ἀθῶος τῆς τῶν βαρβάρων ὕβρεως καὶ παρανομίας, ἐλευθέρα δὲ καὶ πᾶσα Ἑλλὰς, ἐξουσία δὲ καὶ σοὶ φιλοσοφεῖν καὶ τοῖς σοῖς ἑταίροις ἐγένετο καὶ πλεῖν ἐλευθέρως ὅποι ἐβούλεσθε καὶ ἔχειν ἡμῶν μνησθῆναι, καὶ ἔπειτα, εὔγνωμον δ᾽ ἦν, ὡς ἐπὶ τὰ βελτίω. ὡς εἰ τότε ἡμεῖς ἀπειπόντες παρεδώκαμεν ἡμᾶς αὐτοὺς τοῖς βαρβάροις ἀμαχητὶ, τίς ἂν ἡμῶν λόγος κατ᾽ ἀνθρώπους ἐγένετο; ἀλλ᾽ οὔτε αὐτοὶ τοιοῦτον οὐδὲν ἐπάθομεν οὔτε τοὺς ἄλλους ἠνεσχόμεθα, οὐδ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: