previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι. Ἡράκλεις, ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης τοῦ Πλάτωνος συμφοιτητὴς μαρτυρεῖ Πλάτωνι ταῦθ᾽ μικρῷ πρόσθεν παρεσχόμεθα αὐτοῦ πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν. οὐκοῦν αὐτός τε μαρτυρῶν ἡμῖν ὥσπερ ὑπὸ κήρυκος ἁνὴρ φαίνεται καὶ τὴν τοῦδε μαρτυρίαν ὥσπερ ἐπισφραγίζεται: τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ. καὶ μὴν εἰ πολλοὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται χωρὶς ἰατρῶν καὶ τέχνης, καὶ ταῦτ᾽ οὐδ᾽ ἐφ᾽ ἑνὶ ἄλλῳ τῆς τῶν ἰατρῶν τέχνης οὔσης τῷ [p. 21] ποιεῖν ὑγιεῖς, οὐδὲν ἀπεικὸς οὐδ᾽ ἔξω τῆς ἀνθρωπίνης τέχνης χρὴ εἰπεῖν εἴτε θείας μοίρας κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν μηδεμιᾷ τέχνῃ χρωμένους, εἰ καὶ ὅτι μάλιστα τῆς τέχνης ἦν τὸ τοῦ βελτίστου τυγχάνειν περὶ αὐτοὺς τοὺς λόγους. περί γε μὴν τούτου τοῦ μέρους οὐκέτ᾽ ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι, ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν, οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτ᾽ Αἰσχίνης Λυσανίου οὔτ᾽ ἄλλος οὐδεὶς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν τῆς παρ᾽ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. ἀλλ᾽ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι παρ᾽ αὐτῶν τῶν θεῶν ἔχω τὸ [p. 22]μάθημα, ὑφ᾽ ὧν μηδεὶς ἰατρῶν μήτε οἶδεν τι χρὴ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: