previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ δοκοίη τοῖς ἀκροωμένοις, ταῦτ᾽ ἔργον ἐπεποίηντο λέγειν οἱ ῥήτορες καὶ ταῦτ᾽ ἐπηῦξον, Ἡράκλεις, ἦν αὐτῷ οἴκοθεν φέρειν τὸν ὄλεθρον, εἴ τις ἦγε ῥήτορα πρὸς τοιοῦτον πρᾶγμα ὥσπερ ἂν εἴ τις αὑτῷ τὸν δήμιον συνεισῆγεν. ἆρ᾽ οὖν ταῦθ᾽ οὕτως ἔχει καὶ οἱ μάλιστα ἀποθανεῖσθαι [p. 56] προσδοκῶντες καὶ οἷς πλεῖστος ἔπεστι φόβος μὴ τῶν ἴσων τεύξεσθαι, οὗτοι καὶ διαφερόντως ἀμελοῦσι τῶν ῥητόρων; οὐκ ἔστι ταῦτα. οὐχ οὕτω παράδοξα ἐρεῖ Πλάτων. ἀλλ᾽ ἐπὶ θύρας ἔρχονται, δέονται, προσκυλινδοῦνται, πάντων φάρμακον τὴν ῥητορικὴν εἶναι νομίζοντες, θανάτου, φυγῆς, αὐτῶν τῶν φόβων, δικαστῶν ὀργῆς, δήμου φιλονεικίας, πάντων. διὰ τί; ὅτι οὐ τὰ δοκοῦντα τοῖς καθημένοις ἴσασι λέγειν μελετῶντας τοὺς ῥήτορας, —οὐ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτ᾽ ἐνῆν λέγειν μελετᾶν αὐτοῖς, εἰ τοῦτο ἔμελλονἀλλ᾽ ἴσασιν αὐτοὺς πόρρωθεν προσέχοντας τοῖς πράγμασι καὶ μελετῶντας λέγειν ὡς τῶν πραγμάτων τάξις ἀπαιτεῖ, καὶ τῆς τούτων φύσεως στοχαζομένους, οὐ τῆς τῶν ἀκροωμένων, εἰ δ᾽ ἄρα καὶ τῆς τῶν ἀκροωμένων, οὐχ ὥστε τὰς ἐκείνων ἐπιθυμίας θεραπεύειν, οὐδ᾽ ὅσα βουλομένοις ἐστὶν ἀκούειν λέγειν, ἀλλ᾽ ὅσα βέλτιον εἰπεῖν, ταῦτ᾽ εἰπόντας πεῖσαι δυνηθῆναι: ὥσπερ γε καὶ τοὺς ἰατροὺς στοχαζομένους ὁρῶμεν τῆς φύσεως τῶν σωμάτων, οὐ μὴν ὥστε χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς, ἀλλ᾽ ὥστε τὸ βέλτιστον μὴ εἰκῆ προσενεγκεῖν, ἀλλ᾽ ὡς μάλιστ᾽ ἂν κάμνων παραδέξαιτο. ἄχρι τούτου φημὶ κἀγὼ τὸν ῥήτορα τῶν ἀκροωμένων στοχάζεσθαι, καὶ τοῦτό γε εἰ λέγεις, συγχωρῶ, ἀλλ᾽ οὐ δουλεύων οἶμαι τοῖς πλήθεσιν οὐδὲ ὑπὲρ τοῦ χαρίζεσθαι παρατηρεῖ τὰς φύσεις, ἀλλὰ τὸ τοῦ Δημοσθένους, ὅπως τὰ βέλτιστα εἰς δέον εἴποι. ‘ἐγὼ δ᾽ οὐχ τι χρὴ λέγειν περὶ τῶν παρόντων ἀπορῶφησὶνἀλλ᾽ ὅντινα χρὴ τρόπον πρὸς ὑμᾶς περὶ [p. 57] αὐτῶν εἰπεῖν.’ εἶτα παρρησιάζεται, καὶ μάλα γε, ὡς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: