previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδὲ εἴ τινες, οἶμαι, κολακεύουσιν συκοφαντοῦσι, χείρω τοῦτο ποιεῖ ῥητορικὴν, ἀλλ᾽ ἡμαρτηκότας αὐτοὺς ῥητορικῆς ταύτῃ γε ταῦτα δεῖ δοκεῖν, ὥσπερ ἐκείνους φιλοσοφίας, ἐπὶ τῷ τοῦ καλλίστου προσχήματι τὴν τοῦ κακουργεῖν ἄδειαν ἑαυτοῖς ἐκπορίζοντας. ἄτοπον δ᾽ ἂν εἴη, εἰ τὰ μὲν τῶν σκυτοτόμων καὶ τῶν τεκτόνων ἔργα μὴ ἐξ ὧν ἂν διαμάρτωσι κρινοῦμεν, ἀλλ᾽ ἐξ ὧν ἂν ὡς δυνατὸν μάλιστα τύχωσι, ῥητορικὴν δ᾽ οὐ μόνον οὐκ ἐκ τῶν κάλλιστα αὐτὴν ἀποτελεσάντων κρινοῦμεν, ἀλλὰ καὶ ἐκ τῶν αὐτὰ τἀναντία πραττόντων οἷς ῥητορικὴ βούλεται. ναί. ἀλλ᾽ ἀδικεῖσθαι βέλτιον ἀδικεῖν. ἔστω ταῦτα. ἆρ᾽ οὖν ὥσπερ βέλτιον, οὕτω καὶ καθάπαξ αἱρετόν; οὔ. φησὶ γοῦν οὐδέτερον βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. οὐκοῦν εἰ Πλάτων αὐτὸς ἡμῖν ἀποκρίναιτο, πλείστου γένοιτ᾽ ἂν ἄξιον τῷ λόγῳ. ὑπάρχει δὲ καὶ τοῦτο. πῶς; ὡς αὐτῷ Σωκράτης ἀποκρινόμενος πεποίηται. ἔστι γὰρ καὶ αὐτὸ οὑτωσὶ διακείμενον. ἐρωτᾷ Πῶλος Σωκράτη, σὺ δ᾽ ἄρα ἀδικεῖσθαι βούλοιο ἂν μᾶλλον ἀδικεῖν; καὶ ὃς ἀμείβεται, Βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερον, εἰ δὲ ἀναγκαῖον εἴη [p. 82] ἀδικεῖσθαι ἀδικεῖν, ἑλοίμην μᾶλλον ἀδικεῖσθαι. οὐκοῦν ὁπότε μηδέτερόν φησι βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος οὔ φησι βούλεσθαι, ἀλλὰ τοῦ μὲν ἀδικεῖν ἄμεινον τὸ ἀδικεῖσθαι, οὐ μὴν ἐκείνου γε τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. εἰ μὲν τοίνυν ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδικεῖν δὲ προσηνάγκαζεν, οὐδ᾽ οὕτω μὲν ἴσως ἂν καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖσθαι, χεῖρον δὲ ἂν ἴσως βελτίονος, εἴπερ ἀδικεῖσθαι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: