previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ λόγου πέφηνεν ἡμῖν οὖσα, ἐῶ γὰρ τὰ νῦν γυμναστικήν. ὥσθ᾽ ὅστις μάλιστα τοὺς συκοφαντοῦντας κολακεύοντας δυσχεραίνει, τούτῳ μάλιστα προσήκει τὴν ὑπὲρ τοῦ βελτίστου νομισθεῖσαν καὶ τούτων οὖσαν φάρμακον τιμᾶν. ὥσπερ γὰρ ὅστις ἀποκτιννύει ἰατρικὴν ὑπισχνούμενος οὐχ ἅμα ἰατρός τέ ἐστι καὶ ἀποκτίννυσιν, ἀλλ᾽ ἕως μὲν ἰατρὸς, οὐδαμῶς συμπράξει ταῦτα, ἀλλὰ κἂν ἄλλου πατάξαντος αὐτὸς ἰῷτο, ἅμα δὲ ἀποκτίννυσί τε καὶ τὴν τέχνην συνδιέφθαρκεν, οὕτω κἀνταῦθα οὐχ ἅμα ῥήτορές τέ εἰσι καὶ συκοφαντοῦσι καὶ κολακεύουσιν, ἀλλ᾽ ἕως μὲν ῥήτορες, οὐδέτερα τούτων, οὐδέ γ᾽ ἄλλο τι αἰσχρὸν οὐδέν [p. 77] ἐστι παρ᾽ αὐτοῖς οὐδὲ παρὰ πολὺ, ἀλλὰ τοὺς μὲν ἀδικοῦντας ἐξελέγχουσι, τοὺς δ᾽ ἀγνοοῦντας διδάσκουσι περὶ τῶν πραγμάτων, ἅμα δ᾽ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται. οὔκουν ὄνειδος ποιήσουσι τῇ ῥητορικῇ, ὁπόταν πλημμελῶσιν. ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσονπερ τοῦ δικαίου, ἐπεὶ καὶ κυβερνητικὴ τοῦ σώζεσθαι δή που τοὺς ἐμπλέοντάς ἐστι τέχνη, καὶ μὴν ἔχοι γ᾽ ἄν τις τῶν ἐπὶ πρύμναν καθημένων ἀναγαγὼν εἰς τὸ πέλαγος καὶ καταδῦσαι καὶ ἄλλο τι χρήσασθαι τοιοῦτον. ἀλλ᾽ οὔτε τὴν κυβερνητικὴν δεῖ ψέγειν διὰ ταῦτα οὔτε λέγουσιν ἄνθρωποι ὅτι τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ πάντων ἐναντιώτατόν ἐστι κυβερνήτης συνεμβὰς, οὔτε τοὺς καταποντιστὰς εἰς ἓν, οἶμαι, τοῖς κυβερνήταις οὐδεὶς τίθησιν. ἀνάγκη μὲν γὰρ, οἶμαι, καὶ τὰ βλάψοντα τὴν ναῦν καὶ τὰ διατηρήσοντα εἰδέναι τόν γε κυβερνήτην, ὥσπερ οἶμαι καὶ τὸν [p. 78] ἰατρὸν ἀνάγκη καὶ τὰ σφαλερὰ τῷ σώματι γιγνώσκειν καὶ τὰ σωτήρια: χρῆσθαι δ᾽ ἑκατέρωθι τοῖς χρηστοῖς τέχνη βούλεται, εἰκότως καὶ κατ᾽ ἐπωνυμίαν. καὶ τοσοῦτόν γ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: