previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον, ἵν᾽ ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σώζειν ἔχοιεν. ἀφικομένης δὲ ῥητορικῆς εἰς ἀνθρώπους οὕτως ἐκ θεῶν ἠδυνήθησαν μὲν οἱ ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δ᾽ εὗρον ἀρχήν. καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατ᾽ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησίασαν, τό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο καὶ διεκρίθησαν οὐχ ὥσπερ πρότερον ὡς ἔτυχεν, ἀλλ᾽ εἴς τε συντάξεις κοινωνιῶν καὶ τοὺς πόλεων ἡγεμόνας νόμους ἔθεντο καὶ [p. 136] ἄρχοντας καὶ πολιτείαν ἐνόμισαν, καὶ θεοῖς χαριστήρια ἀνήγαγον, πρώτας ἀπαρχὰς ποιησάμενοι τὰς ἀπὸ τῶν λόγων, αἷς ἔτι καὶ νῦν χαίρειν μάλιστα τοὺς θεοὺς λόγος αἱρεῖ, ὅτι καὶ γνωρίσαι πρῶτον αὐτοῖς τοὺς θεοὺς ὑπῆρξεν ἐντεῦθεν. οὕτως ἄνθρωπος ἤρθη μέγας ἐξ ἀσθενοῦς καὶ σαθροῦ τοῦ κατ᾽ ἀρχὰς, καὶ πρόσθεν καταφρονούμενος ὡς οὐδὲν πρᾶγμα κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῇ γῇ, τοῦτο ὅτι βούλεται χρῆσθαι, πρόβλημα ποιησάμενος ἀντ᾽ ἄλλου φυλακτηρίου τὸν λόγον. καὶ μὲν μῦθος ἡμῖν ταύτην ἐχέτω τὴν τελευτὴν, οἶμαι κεφαλὴν οὐδὲν ἄτιμον εἰληφώς. ὅτι δ᾽ οὐκ ἄλλως μῦθος ταῦτα οὐδ᾽ ὄναρ, ἀλλ᾽ ὕπαρ, καὶ τῶν: πραγμάτων αὐτῶν ἐστι λόγος δῆλον ἐξ αὐτῶν. οὐκοῦν οὐ μόνον ἐξ ἀρχῆς ῥητορικῆς δύναμις διώρισε ταῦτα καὶ κατέστησεν, ἀλλὰ καὶ τὰς ἐκ πλείστου τῶν πόλεων οἰκουμένας ἔτι καὶ νῦν ῥητορικὴ συνέχει τε καὶ κοσμεῖ, πρὸς τοὺς παρόντας ἀεὶ κόσμους ζητοῦσα τὸ πρόσφορον. ὥσπερ γὰρ ἔφην ἀρτίως, μὲν νομοθετικὴ θεῖσα τοὺς νόμους εὐθὺς ἀπήλλακται, καὶ δικαστικὴ μετὰ τὴν ψῆφον οὐδὲν πολυπραγμονεῖ, δὲ ὥσπερ τις ἄγρυπνος φρουρὸς οὐ καταλύει τὴν φυλακὴν, ἀλλ᾽ ἐκείναις τε συνῆν ἐξ ἀρχῆς ἡγουμένη τε καὶ προδιδάσκουσα καὶ καθ᾽ αὑτὴν αὖθις ἕκαστα ἐπέρχεται, εἰσηγουμένη,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: