previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅταν οὖν ἁρμοστῶς ἔχῃ πρὸς τὴν τοῦ πνεύματος ὥσπερ φαρμάκου κρᾶσιν φανταστικὴ καὶ μαντικὴ δύναμις, ἐν τοῖς προφητεύουσιν ἀνάγκη [p. 141] γίγνεσθαι τὸν ἐνθουσιασμὸν ὅταν δὲ μὴ οὕτως, μὴ γίγνεσθαι, γίγνεσθαι παράφορον καὶ οὐκ ἀκέραιον καὶ ταρακτικόν, 1 ὥσπερ ἴσμεν ἐπὶ τῆς ἔναγχος ἀποθανούσης Πυθίας. 2 θεοπρόπων γὰρ ἀπὸ ξένης παραγενομένων, λέγεται τὰς πρώτας κατασπείσεις ἀκίνητον ὑπομεῖναι καὶ ἀπαθὲς τὸ ἱερεῖον: ὑπερβαλλομένων δὲ φιλοτιμίᾳ τῶν ἱερέων καὶ προσλιπαρούντων, μόλις ὕπομβρον 3 γενόμενον καὶ κατακλυσθὲν ἐνδοῦναι. 4 τί οὖν συνέβη περὶ τὴν Πυθίαν; κατέβη μὲν εἰς τὸ μαντεῖον ὥς φασιν ἄκουσα καὶ ἀπρόθυμος, εὐθὺς δὲ περὶ 5 τὰς πρώτας ἀποκρίσεις ἦν καταφανὴς τῇ τραχύτητι τῆς φωνῆς οὐκ ἀναφέρουσα δίκην νεὼς ἐπειγομένης, ἀλάλου 6 καὶ κακοῦ πνεύματος οὖσα πλήρης: τέλος δὲ παντάπασιν ἐκταραχθεῖσα καὶ μετὰ κραυγῆς φοβερᾶς φερομένη πρὸς τὴν ἔξοδον ἔρριψεν ἑαυτήν, ὥστε φυγεῖν μὴ μόνον τοὺς θεοπρόπους ἀλλὰ καὶ τὸν προφήτην Νίκανδρον καὶ τοὺς παρόντας τῶν ὁσίων. ἀνείλοντο μέντοι μετὰ μικρὸν αὐτὴν εἰσελθόντες ἔμφρονα καὶ διεβίωσεν ὀλίγας ἡμέρας. τούτων ἕνεκα καὶ συνουσίας ἁγνὸν τὸ σῶμα καὶ τὸν βίον ὅλως ἀνεπίμικτον ἀλλοδαπαῖς ὁμιλίαις καὶ ἄθικτον φυλάττουσι τῆς Πυθίας, καὶ πρὸ τοῦ χρηστηρίου τὰ σημεῖα λαμβάνουσιν, οἰόμενοι τῷ θεῷ κατάδηλον εἶναι, πότε τὴν πρόσφορον ἔχουσα κρᾶσιν καὶ διάθεσιν ἀβλαβῶς ὑπομενεῖ τὸν ἐνθουσιασμόν, οὔτε [p. 142] γὰρ πάντας οὔτε τοὺς αὐτοὺς ἀεὶ διατίθησιν ὡσαύτως τοῦ πνεύματος δύναμις, ἀλλ᾽ ὑπέκκαυμα παρέχει καὶ ἀρχὴν ὥσπερ εἴρηται τοῖς πρὸς; τὸ παθεῖν καὶ μεταβαλεῖν οἰκείως ἔχουσιν. ἔστι δὲ θεία μὲν ὄντως καὶ δαιμόνιος, οὐ μὴν ἀνέκλειπτος οὐδ᾽ ἄφθαρτος οὐδ᾽ ἀγήρως καὶ διαρκὴς εἰς τὸν ἄπειρον χρόνον ὑφ᾽ οὗ πάντα κάμνει τὰ μεταξὺ γῆς καὶ σελήνης κατὰ τὸν ἡμέτερον λόγον. εἰσὶ δ᾽ οἱ καὶ τὰ ἐπάνω φάσκοντες οὐχ ὑπομένειν, ἀλλ᾽ ἀπαυδῶντα πρὸς τὸ ἀίδιον καὶ ἄπειρον ὀξέσι 7 χρῆσθαι μεταβολαῖς καὶ παλιγγενεσίαις.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: