previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν Πλάτωνος; ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας: τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δ᾽ ἰσοσκελὲς δαιμονίῳ: τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δ᾽ ἄνισον πάντῃ , τὸ δὲ πῆ μὲν ἴσον πῆ δ᾽ ἄνισον, ὥσπερ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν. δὲ φύσις αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ ὁμοιότητας ὁρωμένας, 1 θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν δὲ σέλα 2 καὶ κομήτας καὶ διᾴττοντας, ὡς Εὐριπίδης 3 εἴκασεν ἐν οἷς εἶπεν
δ᾽ ἄρτι θάλλων σάρκα, 4 διοπετὴς; ὅπως
ἀστὴρ ἀπέσβη , πνεῦμ᾽ ἀφεὶς ἐς 5 αἰθέρα.
μικτὸν 6 δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην, τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ, φθίσεις φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες, οἱ μὲν ἄστρον γεῶδες οἱ δ᾽ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας ὁμοῦ καὶ οὐρανίας [p. 87] κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς καὶ σελήνης, ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ παντός, οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες, ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα , τὴν ἑρμηνευτικὴν , ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν , πάντα φύρειν ἅμα καὶ ταράττειν ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις πάθεσι καὶ πράγμασι τὸν, θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ λέγονται τὴν σελήνην. ἀλλ᾽ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν , Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός, ἐν ἐκλείψει σελήνης ἀεὶ προσποιουμένης γοητεύειν καὶ καθαιρεῖν αὐτήν. ἡμεῖς δὲ μήτε μαντείας 7 τινὰς ἀθειάστους εἶναι λέγοντας τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτ᾽ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι δοξάζωμεν, ἀλλ᾽ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς: ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς ἀδικιῶν περιπολεῖν. τοὺς δὲ πάνυ σεμνῶς Ἡσίοδος 8ἁγνούςπροσεῖπεπλουτοδότας, καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας,’ βασιλικοῦ τοῦ εὖ ποιεῖν ὄντος. εἰσὶ γάρ, ὡς ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ [p. 88] παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσιν ἐνδιεσπαρμένα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: