previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς Δελφούς, Δημήτριος μὲν γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε, [p. 70] Κλεόμβροτος δ᾽ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατ᾽ ἐμπορίαν, ἀλλ᾽ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς οὐσίαν δ᾽ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης . νεωστὶ δὲ γεγονὼς παρ᾽ Ἄμμωνα, 1 τὰ μὲν ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: