previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καίτοι 1 πάντων τούτων οἱ περὶ Ἀριστοτέλην δημιουργὸν ἐν τῇ γῇ τὴν ἀναθυμίασιν ἀποφαίνουσιν, καὶ συνεκλείπειν καὶ συμμεθίστασθαι καὶ συνεξανθεῖν πάλιν τὰς τοιαύτας φύσεις ἀναγκαῖόν ἐστι. ταὐτὰ 2 δὴ περὶ μαντικῶν πνευμάτων διανοητέον, ὡς οὐκ ἐχόντων ἀίδιον οὐδ᾽ ἀγήρων 3 τὴν δύναμιν ἀλλ᾽ ὑποκειμένην μεταβολαῖς. καὶ γὰρ ὄμβρους ὑπερβάλλοντας εἰκός ἐστι κατασβεννύναι καὶ κεραυνῶν ἐμπεσόντων διαφορεῖσθαι, μάλιστα δὲ τῆς γῆς ὑποσάλου 4 γιγνομένης 5 καὶ λαμβανούσης ἱζήματα καὶ σύγχωσιν 6 ἐν βάθει, μεθίστασθαι τὰς ἀναθυμιάσεις τυφλοῦσθαι τὸ παράπαν, ὥσπερ ἐνταῦθά φασι παραμένειν 7 τὰ περὶ τὸν μέγαν σεισμόν, ὃς καὶ τὴν πόλιν ἀνέτρεψεν. ἐν δ᾽ Ὀρχομενῷ λέγουσι λοιμοῦ γενομένου πολλοὺς μὲν ἀνθρώπους διαφθαρῆναι τὸ δὲ τοῦ Τειρεσίου χρηστήριον ἐκλιπεῖν παντάπασι καὶ μέχρι τοῦ νῦν ἀργὸν διαμένειν καὶ ἄναυδον. εἰ δὲ καὶ τοῖς περὶ Κιλικίαν ὅμοια συμβέβηκε παθεῖν, ὡς ἀκούομεν, οὐδεὶς: ἂν ἡμῖν , Δημήτριε, σοῦ φράσειε σαφέστερον [p. 132]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: