previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ 1 ψυχαὶ σύμφυτον 2 μὲν ἀλλ᾽ ἀμυδρὰν 3 καὶ δυσφάνταστον, ὅμως [p. 126] ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν 4 ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς 5 ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, τῷ 6 τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ 7 ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι. 8 οὐ γάρ, ὡς Εὐριπίδης 9 φησί,
μάντις δ᾽ 10 ἄριστος ὅστις εἰκάζει καλῶς,'
ἀλλ᾽ οὗτος ἔμφρων 11 μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετ᾽ εἰκότος ἡγουμένῳ καθ᾽ ὁδὸν ἑπόμενος. τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν 12 πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι 13 γίγνονται πείρᾳ προστυγχάνουσι. τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθ᾽ ἑαυτὸ δι᾽ ἀέρος ἄν τε μεθ᾽ ὑγροῦ [p. 127] νάματος ἀναφέρηται. 14 καταμιγνύμενον γὰρ εἰς τὸ σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς λόγος δίδωσι. θερμότητι γὰρ καὶ διαχύσει πόρους; τινὰς ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς οἶνος ἀναθυμιαθεὶς ἕτερα 15 πολλὰ κινήματα καὶ λόγους ἀποκειμένους καὶ λανθάνοντας ἀποκαλύπτει
τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν 16 πολλὴν ἔχει
κατ᾽ Εὐριπίδην, ὅταν ἔνθερμος ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: