previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Κλεόμβροτοςἀκούω ταῦτ᾽ἔφηπολλῶν καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν 1 ἀλλ᾽ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τ᾽ [p. 85] ἀμήχανα 2 ... 3 καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι 4 ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ 5 ἐνιαυτὸς ἀρχὴν ἐν, αὑτῷ 6 καὶ τελευτὴν ὁμοῦ τιπάντων ὧν φέρουσιν ὧραι 7 γῆ δὲ φύειπεριέχων, οὐδ᾽ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου 8 τὸν Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν 9 λέγειν. γὰρ οὐχ οὕτως:’ συνέφησεν Δημήτριος. ‘ἀλλὰ μὴν κἀκεῖνο δῆλον Κλεόμβροτος; εἶπετὸ πολλάκις τὸ μετροῦν 10 καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν: οὕτω τὸν ἐνιαυτόν, πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς: δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν 11 ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων : τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων χρόνος κἂν ἐλάττων κἄν [p. 86] τεταγμένος κἂν ἄτακτος, ἐν μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, 12 οὐδὲν ἧττον ἐφ᾽ 13 βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: