previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐμοῦ δὲ ταῦτ᾽ εἰπόντος, ΔημήτριοςὀρθῶςἔφηΛαμπρίας παραινεῖ. ‘πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖςοὐσοφισμάτωνὡς Εὐριπίδης 1 φησίν, ἀλλὰ πραγμάτωνσφάλλουσιν ἡμᾶς,’ ὅταν ὡς ἐπιστάμενοι τολμῶμεν ἀποφαίνεσθαι περὶ τηλικούτων. ‘ἀλλ᾽ ἀνοιστέος 2 3 λόγος,’ ὡς αὐτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν, ἕτερον λόγον ἐγείρει τὸν περὶ τῆς αἰτίας μείζονα καὶ δυνάμεως, 4 χρώμενοι ποιοῦσι κατόχους τοῖς [p. 123] ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα, μὴ πεισθέντας ὃν τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια ποιοῦσιν οἱ δαίμονες.’ ὑπολαβὼν δ᾽ Ἀμμώνιοςοἴει γὰρ ἕτερόν τι τοὺς δαίμοναςεἶπεν 5 ψυχὰς ὄντας περιπολεῖν καθ᾽ Ἡσίοδον 6ἠέρα ἑσσαμένους;ἐμοὶ μὲν γάρ, ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς 7 ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ 8 παρόντι βίῳ πρόσφορον. 9 οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ γράμμασι καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, Λαμπρία: καὶ γὰρ ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ὡς σοῦ πολλὰ περὶ τούτων ἐν Λεβαδείᾳ 10 ξένοις διαλεχθέντος, ὧν οὐδὲν διηγούμενος ἀκριβῶς διεμνημόνευσε.’ ‘μὴ θαυμάσῃςἔφην ἐγώ, ‘πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν, τοὺς λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν’ ‘ἀλλὰ νῦν Ἀμμώνιος ἔφηκαὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις 11 καὶ προθύμους 12 τὰ μὲν ζητεῖν τὰ δὲ [p. 124] μανθάνειν, ἔριδος ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης. συγγνώμης δὲ παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: