Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ᾧ τὰ
μιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν. τεκμαίρομαι δὲ ταῦτ᾽
ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲν ὄντος τὸ γιγνόμενον,
κινήσεως δὲ τὸ ἄπειρον, τὸ δὲ πέρας τῆς
στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρου δὲ τὴν διακρίνουσαν.
εἰ δ᾽ ἕτερα ταῦτ᾽ ἐστί, κἀκείνως ἂν εἴη καὶ οὕτως ἐν πέντε
γένεσι 1 καὶ διαφοραῖς. πυθόμενος, 2 φήσει δή τις, ταῦτα πρότερος 3 συνιδὼν
Πλάτωνος, δύο 4 Ε καθιέρωσε τῷ θεῷ,
δήλωμα καὶ σύμβολον τοῦ ἀριθμοῦ τῶν πάντων 5 ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν
πέντε γένεσι φανταζόμενον κατανοήσας, ὧν πρῶτόν ἐστι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.