Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸν Διόνυσον, ᾧ τῶν Δελφῶν οὐδὲν
ἧττον ἢ τῷ Ἀπόλλωνι μέτεστιν. ἀκούομεν οὖν τῶν θεολόγων τὰ μὲν
ἐν ποιήμασι τὰ δ᾽ ἄνευ μέτρου λεγόντων καὶ
ὑμνούντων, ὡς ἄφθαρτος ὁ θεὸς καὶ ἀίδιος πεφυκώς, ὑπὸ δή τινος
εἱμαρμένης γνώμης καὶ λόγου μεταβολαῖς ἑαυτοῦ χρώμενος, ἄλλοτε μὲν
εἰς πῦρ ἀνῆψε τὴν φύσιν 1 πάνθ᾽ ὁμοιώσας πᾶσιν, ἄλλοτε δὲ παντοδαπὸς
ἔν τε μορφαῖς καὶ ἐν πάθεσι καὶ δυνάμεσι
διαφόροις γιγνόμενος, ὡς γίγνεται νῦν, 2 κόσμος ὀνομάζεται δὲ 3 τῷ
γνωριμωτάτῳ τῶν ὀνομάτων. κρυπτόμενοι δὲ τοὺς πολλοὺς οἱ σοφώτεροι τὴν
μὲν εἰς πῦρ μεταβολὴν Ἀπόλλωνά τε τῇ μονώσει ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.