Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸν θεὸν ὑπὲρ τῆς τέχνης: ἐπεὶ προϊών
γε τῷ [p. 9] χρόνῳ καὶ οὗτος ἔοικε μαντικώτατος ὁμοῦ
γενέσθαι καὶ διαλεκτικώτατος.’
παυσαμένου δὲ τοῦ Θέωνος, Εὔστροφον Ἀθηναῖον οἶμαι τὸν εἰπόντα
εἶναι πρὸς ἡμᾶς ‘ὁρᾷς, ὡς ἀμύνει τῇ
διαλεκτικῇ Θέων προθύμως, μονονοὺ τὴν λεοντῆν ἐπενδυσάμενος; οὕτως 1
οὐδ᾽ ἡμᾶς 2 τοὺς πάντα συλλήβδην πράγματα καὶ φύσεις καὶ ἀρχὰς θείων
ὁμοῦ καὶ ἀνθρωπείων ἐν ἀριθμῷ τιθεμένους, καὶ πολὺ μάλιστα τῶν
καλῶν καὶ τιμίων τοῦτον ἡγεμόνα
ποιουμένους καὶ κύριον, εἰκὸς 3 ἡσυχίαν ἄγειν, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.